Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1037
Not analysed yet
μελοῦσιν ὁμοίως· οἱ μὲν γὰρ ἢ ἐκ περιστάσεώς τινος, ἢ ἐκ φυσικῆς ὀλισθαίνουσιν ἀσθενείας· οἱ δὲ καὶ ἐφήδονται ταῖς παρανομίαις, καὶ ἐπινοοῦσιν ἑτέρας. «Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. [εʹ.] Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.» Ἐγὼ δὲ πρῶτον μὲν ἱκετεύω τὰς σὰς ὁδοὺς διαγνῶναι, καὶ τὰς πρός με φερούσας τρίβους μαθεῖν, ὥστε διηνεκῶς τὴν ἀπλανῆ σου καὶ ἀληθῆ πορείαν ὁδεύειν. Ἔπειτα δι' αὐτῶν ἱκετεύω τῶν πραγμάτων μαθεῖν, ὅτι Σωτὴρ ὑπάρχεις ἐμός· τὴν γὰρ παρὰ σοῦ φιλανθρωπίαν προσμένω διηνεκῶς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ ἀεὶ τέθεικεν· καὶ διδάξαι βούλεται, ὡς οὐ νῦν μὲν ταύτην ἔχει τὴν γνώμην, νῦν δὲ ἑτέραν ἀντὶ ταύτης εἰσδέχεται. ϛʹ, ζʹ. «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, κατὰ τὸ ἔλεός σου μνήσθητί μου.» Ἡμέρως, φησὶν, ἀεὶ καὶ φιλανθρώπως τοὺς ἀνθρώπους οἰκονομεῖς· ταύτης καὶ νῦν ἀπολαῦσαι τῆς ἀγαθότητος ἱκετεύω, καὶ μνήμην σοι γενέσθαι τῆς σῆς φιλανθρωπίας, μὴ τῆς ἐμῆς ἁμαρτίας· καὶ τὴν ἐμὴν δὲ μνήμην ποιούμενος, Δέσποτα, φιλοικτιρμόνως ποίησαι, μὴ δικαίως. Τοῦτο γὰρ καὶ ἐν τοῖς ῥητοῖς παρεκάλεσε· Κατὰ τὸ μέγα ἔλεός σου, μνήσθητί μου σύ· μὴ τῆς ἁμαρτίας μου, ἀλλ' ἐμοῦ μνήσθητι φιλανθρώπως. [Τὸ δὲ ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μὴ μνησθῇς, ταύτην ἔχει τὴν διάνοιαν· φησὶ γὰρ τοῦ λαοῦ τοῦ ἐν Αἰγύπτῳ· καὶ γὰρ εἰδωλολάτρησα ἐκεῖ· μὴ οὖν ἐκείνων τῶν ἁμαρτημάτων μνησθῇς, ἀλλὰ τῆς σῆς φιλανθρωπίας, δι' ἧς καὶ τότε ἀγνοοῦντας φιλανθρωπίᾳ χρησάμενος ἠλέησας.] «Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.» Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν, τούτου τυχεῖν ἱκετεύω. ηʹ. «Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος.» Οὐχ ἁπλῶς, φησὶ, τούτοις ἐχρησάμην τοῖς λόγοις, ἀλλ' εἰδὼς ὡς οὐ μόνον δίκαιος, ἀλλὰ καὶ φιλάνθρωπος ὁ Δεσπότης. Τοῦτο δὲ πανταχοῦ ἡμᾶς ἡ θεία διδάσκει Γραφή. Τοιοῦτόν ἐστι τό· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.» Καί· «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.» Καί· «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν.» «Διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. [θʹ.] Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὑτοῦ.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσε· Διὰ τοῦτο ὑποδείξει ἁμαρτάνουσιν ὁδόν.