Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1040
Not analysed yet
Ἀγαθότητι γὰρ χρώμενος, οὐκ εὐθὺς κολάζει τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τὴν εὐθεῖαν αὐτοῖς ὁδὸν ὑποδείκνυσι, καὶ τῆς μετανοίας ἐκπαιδεύει τὸν νόμον· καὶ μὲν δὴ καὶ τοὺς πραότητι καὶ ἁπλότητι κεχρημένους διακρίνειν διδάσκει τῶν πραγμάτων τὴν φύσιν, καὶ πάσας αὑτοῦ τὰς οἰκονομίας εἰδέναι παρασκευάζει· ἵνα μὴ ἐφόδιον ἀγνοίας ἡ ἁπλότης γενομένη, πολλὴν τὴν βλάβην ἐργάσηται· εἶτα τῶν εἰρημένων ὁδῶν τὴν φύσιν ὑποδείκνυσι. ιʹ. «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ.» Οἱ γὰρ διηνεκῶς τοῖς ἱεροῖς ἐντρεφόμενοι Λόγοις μανθάνουσιν ἀκριβῶς δι' ἐκείνων, ὡς πᾶσαι αἱ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ συγκέκρανται· τοῖς μὲν γὰρ μεταμελομένοις ἐφ' οἷς ἐπλημμέλησαν, τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει· τοὺς δὲ ἀηττήτους τῆς ἀρετῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ, σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων· καὶ μέντοι καὶ τοῖς παρανομίᾳ συνεζηκόσι, καὶ μὴ μεταμελείᾳ χρησαμένοις, κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμωρίας. ιαʹ. «Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε· καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.» Ἐγὼ τοίνυν, φησὶν, ἵλεών σε γενέσθαι ταῖς ἐμαῖς ἁμαρτίαις παρακαλῶ, οὐ διὰ τὴν σπουδαίαν μου μεταμέλειαν, ἀλλὰ δι' ἣν ἔχεις φιλανθρωπίας προσηγορίαν, καὶ ἐπειδὴ τοῦ σοῦ ὀνόματος τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. ιβʹ, ιγʹ. «Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.» Ἐντεῦθεν εἰσηγεῖται, καὶ τὴν ὀνησιφόρον προσφέρει παραίνεσιν, καὶ τοῖς τὸν Κύριον φοβουμένοις τὴν παντοδαπὴν ἐπαγγέλλεται πρόνοιαν. Καὶ ἐπειδὴ πολλοὶ καὶ διάφοροι τῆς εὐσεβείας οἱ βίοι, μοναδικοὶ καὶ κοινωνικοὶ, ἐρημικοὶ καὶ πολιτικοὶ, ἰδιωτικοὶ καὶ στρατιωτικοὶ, βασιλικοὶ καὶ ἀποχειροβιωτικοὶ, ναυτικοὶ καὶ γεωργικοὶ, καὶ οἱ ἄλλοι πολλοὶ καὶ διάφοροι· ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι Θεῷ εἰκότως ὁ προφητικὸς ἔφη λόγος· «Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο.» Ἀντὶ τοῦ, ἐν ἐκείνῳ τῷ βίῳ, ὃν βιοτεύειν ἐκεῖνος προαιρεῖται, τοὺς προσφυεῖς αὐτῷ καὶ ἁρμόζοντας θήσει νόμους. Οὕτως ὁ θεῖος Ἰωάννης ὁ