Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1041
Not analysed yet
Βαπτιστὴς τελώναις μὲν ἐρομένοις τί δεῖ πρᾶξαι, παρῄνεσε μηδὲν πλέον τοῦ διατεταγμένου λαβεῖν.» Στρατιώταις δὲ, τὸ μηδένα διασεῖσαι, ἀλλ' ἀρκεῖσθαι τοῖς ὀψωνίοις, τουτέστι τῇ ἀφωρισμένῃ τροφῇ· οὕτως ὁ θεῖος Ἀπόστολος, καὶ οἰκέταις καὶ δεσπόταις, καὶ παισὶ καὶ πατράσι, καὶ γυναιξὶ καὶ ἀνδράσι, καταλλήλους τέθεικε νόμους. Τοῖς τούτους τοίνυν πεπληρωκόσι τοὺς νόμους, ὁ προφητικὸς ὑπέσχετο λόγος τὴν ἐν ἀγαθοῖς τῆς ψυχῆς διατριβὴν, καὶ τὴν τοῦ σπέρματος εὐλογίαν· «Ἡ ψυχὴ γὰρ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.» Ἐπειδὴ γὰρ ἡ παιδοποιία περισπούδαστός ἐστιν Ἰουδαίοις, καὶ τὸ κληρονόμους καταλιπεῖν, καὶ μέντοι καὶ νῦν τοῖς τὸν κοινωνικὸν βίον ἀσπαζομένοις τοῦτο αὐτὸ ἀξιέραστον· καὶ ἀπὸ τούτων ἐπὶ τὴν ἐργασίαν ἰέναι προτρέπει τῆς ἀρετῆς. ιδʹ. «Κραταίωμα Κύριος τοῖς φοβουμένοις αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος καὶ Θεοδοτίων ἡρμήνευσαν· Μυστήριον Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ τὴν συνθήκην αὐτοῦ δηλώσει αὐτοῖς. Αὐτοῦ δὲ ἔστιν ἀκοῦσαι τοῦ Δεσπότου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· «Τὰ μυστήριά μου ἐμοὶ, καὶ τοῖς ἐμοῖς.» Ταῦτα γὰρ οὐχ ἁπλῶς ἅπασιν, ἀλλὰ τοῖς φοβουμένοις ἀποκαλύπτει, καὶ τῶν θείων αὐτοῦ λογίων ὑποδείκνυσι τὸν σκοπόν. Καὶ μέντοι κατὰ τοὺς Ἑβδομήκοντα, κραταίωμα Κύριός ἐστι τοῖς φοβουμένοις αὐτόν· ἀηττήτους αὐτοὺς ἀποφαίνων καὶ κρείττους τῶν πολεμίων. ιεʹ. «Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.» Ὀφθαλμοὺς πάλιν ἐνταῦθα τοὺς τῆς διανοίας λέγει, οὓς ἔφη ἔχειν πρὸς τὸν Θεόν· ἅτε δὴ γινώσκων σαφῶς, ὡς διὰ τῆς αὐτοῦ κηδεμονίας τὰς ὑπὸ τῶν ἐχθρῶν κατεσκευασμένας ἐπιβουλὰς διαφεύξεται. ιϛʹ. «Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.» Τὸ μονογενὴς, μόνος ἡρμήνευσαν οἱ λοιποί· λέγει δὲ, ὅτι Πάσης βοηθείας γεγύμνωμαι· διὸ δὴ τῆς σῆς τυχεῖν ἀντιλήψεως ἱκετεύω. Ἄγαν δὲ ἐλεεινῶς τό· «Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με,» τέθεικε· Βλέπε μου, φησὶ, τὴν ἐρημίαν, καὶ τὴν τῶν ἐχθρῶν πολιορκίαν. Πάντως γὰρ οὕτω θεασάμενος ἐλεήσεις. ιζʹ ιηʹ. «Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν