Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1044
Not analysed yet
ταπείνωσιν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἀνομίας μου.» Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζομαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν, καὶ τὴν ταλαιπωρίαν, ταῖς ἐμαῖς ἀντιταλαντεύσας παρανομίαις, δὸς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην παράσχε. ιθʹ. «Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.» Εἰ μὴ δοκῶ, φησὶν, ἄξιος εἶναι φιλανθρωπίας, τοσούτοις προσπαλαίων κακοῖς, τὴν ἄδικον γοῦν τῶν πολεμίων ἀπέχθειαν θεασάμενος, φιλανθρωπίας μετάδος. Εἰς σὲ γὰρ ἐπλημμέλησα, τὰς σὰς παραβεβηκὼς ἐντολάς· ἐκεῖνοι δὲ μηδὲν ἐγκαλεῖν ἔχοντες, πολεμοῦσιν ἀδίκως. κʹ. «Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε.» Εἰ γὰρ καί τινας τῶν σῶν παραβέβηκα νόμων, ἀλλ' οὖν τῆς σῆς ἐμαυτὸν οὐκ ἐχώρισα προμηθείας· διὸ καὶ ῥυσθῆναι τῶν πολεμούντων, καὶ φυλαχθῆναι παρακαλῶ. καʹ. «Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.» Καὶ τοῦτο ἴδιον ἀρετῆς. τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συνουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας, καὶ εὐθύτητι χρωμένους, καὶ κακίας ἀπηλλαγμένους, συνήθεις ἔχειν καὶ φίλους. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν ἐν τούτῳ δὴ τὸν Δεσπότην ἡγούμενος. κβʹ. «Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.» Βασιλεῖ πρέπουσα ἡ προσενεχθεῖσα τῷ Θεῷ προσευχή. Προσήκει γὰρ τὸν ἄρχειν τεταγμένον, πᾶσαν ποιήσασθαι τῶν ὑπηκόων κηδεμονίαν. Διά τοι τοῦτο καὶ ὁ μακάριος Δαβὶδ, οὐ μόνον ὑπὲρ ἑαυτοῦ προσενήνοχε τὴν εὐχὴν, ἀλλὰ καὶ ὑπὲρ ἐγκεχειρισμένου λαοῦ· ἄλλως τε καὶ ἡ τοῦ εὖ καὶ καλῶς βασιλεύοντος σωτηρία κοινὴ τοῦ λαοῦ καθέστηκεν ὠφέλεια. Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν τὸ ῥητόν. Διῄρητο ὁ Ἰσραὴλ, καὶ ἐπὶ τοῦ Σαοὺλ, καὶ ἐπὶ τοῦ Μεμφιβοσθὲ, καὶ ἐπὶ τοῦ Ἀβεσσαλώμ. Εἰ τοίνυν, φησὶ, τῆς σῆς ῥοπῆς ἀπολαύσαιμι, καὶ κρείττων γενοίμην τῶν δυσμενῶν, καὶ αὐτὸς ὁ Ἰσραὴλ, ἐμφύλιον πόλεμον καταλύσας, εἰρήνης τεύξεται, καὶ τοῖς σοῖς ἀγαθοῖς ἐντρυφήσει. ΕΡΜΗΝ. ΤΟΥ ΚΕʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον τὸν ψαλμὸν ὁ θεῖος Δαβὶδ εἰς ἑαυτὸν εἰρηκέναι δοκεῖ μοι· ἡγοῦμαι δὲ τοῦτον ἐκείνου προγενέστερον εἶναι. Ὁ μὲν