Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1045
Not analysed yet
γὰρ ἁμαρτίας καὶ μεγάλης ἁμαρτίας ἐποιήσατο μνήμην· «Ἱλάσθητι γὰρ, φησὶ, τῇ ἀνομίᾳ μου, πολλὴ γάρ ἐστιν.» Ἐνταῦθα δὲ τῆς οἰκείας ἀρετῆς τὰ εἴδη διέξεισιν· ὅθεν ἡγοῦμαι τούτοις αὐτὸν χρήσασθαι τοῖς λόγοις ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, καὶ παρὰ τοῖς ἀλλοφύλοις διάγειν ἠναγκασμένον· οὓς δυσσεβείᾳ, καὶ δεισιδαιμονίᾳ, καὶ πάσῃ παρανομίᾳ συζῶντας ὁρῶν, ἔφευγεν αὐτῶν τοὺς συλλόγους, καὶ τὰς τοῖς δαίμοσιν ἐπιτελουμένας δημοθοινίας· διδάξει δὲ τοῦτο σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία. «Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.» Ἁπλότητι, φησὶ, κεχρημένος, καὶ κακὸν οὐδὲν εἰς τὸν Σαοὺλ δεδρακὼς, καὶ πικρῶς οὕτως ἐξελαυνόμενος, σὲ γενέσθαι, Δέσποτα, κριτὴν τῆς ἐμῆς δίκης ἀντιβολῶ· σὲ γὰρ οἶδα Θεὸν, καὶ τῆς σῆς προνοίας τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα, καὶ θαῤῥῶ ὡς οὐκ ἔσομαι τοῖς διώκουσιν ὑποχείριος. βʹ. «Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου.» Κἀντεῦθεν δῆλον ὡς τῆς ἁμαρτίας πρεσβύτερος ὁ ψαλμός. Ὡς ἁπλότητι γὰρ καὶ ἀκακίᾳ συζῶν, καὶ πεῖραν οὐκ ἔχων τῆς ἁμαρτίας, τῶν ἐπικινδύνων ἀγώνων ἐφίεται. Νεφροὺς δὲ καὶ καρδίαν τοὺς λογισμοὺς ὀνομάζει· καὶ τοῦτο πολλάκις εἰρήκαμεν. γʹ. «Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν.» Δοκιμασθῆναι δὲ καὶ χρυσίου δίκην πυρωθῆναι παρακαλῶ, ἐπειδὴ τῷ σῷ ἐλέει θαῤῥῶ, καὶ τὴν ἐντεῦθεν προσμένω βοήθειαν. Ὑπὸ τούτου γὰρ ἐρειδόμενος· «Καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.» Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν. δʹ, εʹ. «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος· καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων· καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.» Οὕτω δὲ, φησὶ, τῆς σῆς πεφρόντικα θεραπείας, ὅτι καὶ παρὰ δυσσεβέσιν ἀνθρώποις καὶ παρανόμοις γενόμενος, τοὺς ἐκεῖθεν συλλόγους καὶ τὰς ἐπιβλαβεῖς αὐτῶν ἔφυγον συνουσίας. Σημαίνει δὲ διὰ τούτων τὴν παρὰ τοῖς ἀλλοφύλοις διαγωγὴν, οἷς διὰ τὴν φυγὴν συνοικεῖν ἠναγκασμένος, οὔτε τῆς δυσσεβείας, οὔτε τῆς παρανομίας αὐτοῖς ἠνέσχετο κοινωνῆσαι. ϛʹ, ζʹ. «Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου· καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Τοῦ ἀκοῦσαί με φωνὴν αἰνέσεώς σου, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.» Τούτων μὲν οὖν σφόδρα τὴν δεισιδαιμονίαν βδελύττομαι, ποθῶ δὲ τὸ σὸν ἰδεῖν θυσιαστήριον, Δέσποτα, καὶ τὰς σὰς ὑμνῳδίας εἰσδέξασθαι τοῖς ὠσὶ, καὶ τῶν σῶν θαυμάτων τὰς με-