Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1048
Not analysed yet
γαλουργίας τοὺς ἀγνοοῦντας διδάξαι. Τὸ δέ· «Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου,» ἔοικε τῷ ὑπὸ τοῦ Πιλάτου γεγενημένῳ, ὃς τῆς Ἰουδαϊκῆς μιαιφονίας κοινωνῆσαι μὴ βουληθεὶς, τὰς χεῖρας ἐνίψατο, καὶ τῷ ἔργῳ δεικνὺς τοῦ πράγματος τὴν φυγήν. Ὡς ἀθῶος τοίνυν, φησὶ, καὶ μηδεμίαν πρὸς αὐτοὺς ἐσχηκὼς κοινωνίαν, θαῤῥῶν ἀπονίψομαι καὶ τὰς χεῖρας. ηʹ—ιʹ. «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου. Ὧν εἰσιν ἐν χερσὶν αἱ ἀνομίαι· ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.» Ἀντὶ τῆς εὐπρεπείας ὁ Σύμμαχος ἀνάκτορον ἔθηκεν· ἀντὶ δὲ ἀνδρῶν αἱμάτων, ἀνδρῶν μιαιφόνων. Θᾶττον δὲ, φησὶ, τῆς μετὰ τούτων διαγωγῆς ἐλευθέρωσον, Δέσποτα, ποθοῦντά σου τὸν οἶκον, τὸν τὴν σὴν ἀποστίλβοντα χάριν· ἵνα μὴ δυσσεβέσιν ἀνθρώποις, καὶ δωροδόκοις, καὶ μιαιφόνοις, καὶ προϊεμένοις τὸ δίκαιον συναπόλωμαι. Καὶ διὰ τούτων δὲ πάλιν τοὺς αὐτοὺς ἐδήλωσεν. Οἶκον δὲ τὴν σκηνὴν ὠνόμασεν· οὐδέπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο· διὸ καὶ ἐπήγαγε· ιαʹ, ιβʹ. «Τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι.» Τέως δὲ καὶ τούτοις συνὼν, τῇ τῆς πίστεως ἁπλότητι κέχρημαι, καὶ πάσης ἐμαυτὸν κακίας ἐχώρισα, κἂν τῇ τῆς εὐσεβείας εὐθύτητι τοὺς πόδας ἐρείσας, ἕστηκα τέως ἀσφαλῶς καὶ βεβαίως. Ἀντιβολῶ δὲ εἰς τέλος ταύτην φυλάξαι τὴν στάσιν· ἔσται δὲ τοῦτο, εἰ τῆς μετὰ τούτων ἀπαλλαγείην οἰκήσεως. «Ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.» Ἐντεῦθεν μάλιστα σαφέστερον μεμαθήκαμεν, ὡς εἰς αὐτὸν εἴρηται τὸν Δαβὶδ ὁ ψαλμός. Ὑπέσχετο γὰρ ἐν ἁπάσαις αὐτὸν ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διὰ τῆς τῶν ψαλμῶν συγγραφῆς ὑμνήσειν τε καὶ εὐλογήσειν, προφητικοῖς ὄμμασι τὴν τῆς οἰκουμένης προβλέπων μεταβολήν. Ἔλαβε δὲ καὶ τὸ τέλος ἡ προφητεία· ἐν πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ διὰ τῶν εὐσεβῶν στομάτων ὁ μέγας Δαβὶδ ἀνυμνεῖ τὸν εὐεργέτην Θεόν. ΕΡΜΗΝ. ΤΟΥ Κϛʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, πρὸ τοῦ χρισθῆναι.» Ταύτην ἐν τῷ Ἑξαπλῷ τὴν ἐπιγραφὴν οὐχ εὗρον, ἀλλ' ἐν ἐνίοις ἀντιγράφοις. Ἐντεῦθεν δ' ὅμως ἔλαβόν τινες ἀφορμὴν τοῦ πάσας τὰς ἐπιγραφὰς, ὡς οὐκ ἀληθεῖς, ἐκβάλλειν. Πῶς γὰρ, φασὶ, οἷόν τε ἦν μηδέπω χρισθέντα τὸν Δαβὶδ, μηδὲ τοῦ παναγίου