Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1049
Not analysed yet
Πνεύματος τὴν χάριν δεξάμενον, προφητικοὺς γράψαι ψαλμούς; ἄλλως τε καὶ νέος ὢν τηνικαῦτα, πρόβατα ποιμαίνων, οὐ βασιλείαν ἰθύνων, οὐδὲ ὑπό τινων διωκόμενος δυσμενῶν; Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς δὶς λέγει χρισθῆναι τὸν Δαβὶδ ἡ τῶν Βασιλειῶν ἱστορία, μᾶλλον δὲ τρίς. Πρῶτον μὲν ἐν τῇ Βηθλεὲμ, ὑπὸ Σαμουὴλ τοῦ προφήτου. Δεύτερον δὲ ἐν Χεβρὼν, ὑπὸ τῆς Ἰούδα φυλῆς, μετὰ τὴν ἀναίρεσιν Σαούλ. Τὸ δὲ τρίτον, ὑπὸ πασῶν τῶν φυλῶν, μετὰ τὴν τελευτὴν τοῦ Μεμφιβοσθέ. Λέγει δὲ οὕτως περὶ τῆς δευτέρας χρίσεως· «Καὶ ἐπηρώτησε Δαβὶδ διὰ Κυρίου λέγων· Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων τῆς Ἰουδαίας; καὶ εἶπε Κύριος πρὸς αὐτὸν, Ἀνάβηθι. Καὶ εἶπε Δαβὶδ, Ποῦ ἀναβῶ; καὶ εἶπε· Εἰς Χεβρών.» Εἶτα διηγησάμενος ὁ ἱστοριογράφος, ὅπως ἀνῆλθεν, ἐπήγαγε· «Καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας, καὶ χρίουσιν ἐκεῖ τὸν Δαβὶδ, τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.» Περὶ δὲ τῆς τρίτης πάλιν οὕτως· «Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαβὶδ εἰς Χεβρών.» Καὶ μετ' ὀλίγον· «Καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαβὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαβὶδ εἰς βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ.» Ὡς εἶναι δῆλον, ὅτι τὸν ψαλμὸν τοῦτον εἴρηκε, πρὶν τὴν δευτέραν δέξασθαι χειροτονίαν, καὶ προφανῶς ἐγχειρισθῆναι τὴν τῶν πραγμάτων οἰκονομίαν· τοίνυν διωκόμενος ὑπὸ τοῦ Σαοὺλ τούτοις ἐχρήσατο τοῖς λόγοις, ἡνίκα πρὸς Ἀβιμέλεχ εἰσῆλθε τὸν ἱερέα, καὶ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ὑπὸ τῶν ἁγίων ἄρτων εὐλογίαν λαβὼν, διέφυγε τοῦ πολεμοῦντος τὰς χεῖρας. Τοῦτο δὲ καὶ ἐν αὐτῷ τῷ ψαλμῷ λέγει· «Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου.» Τότε καὶ Δωὴκ ὁ Ἰδουμαῖος τὰς βασιλικὰς ἡμιόνους νέμων ἐκεῖ, τοῦ Δαβὶδ τὴν φυγὴν τῷ Σαοὺλ κατεμήνυσε. Διόπερ ἐν τῷ ψαλμῷ λέγει, ὅτι Ἐπανέστησαν ἐπ' ἐμὲ μάρτυρες ἄδικοι.» Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω;» Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος, καὶ τῷ νοερῷ σου φωτὶ καταυγαζόμενος, πάντων ὁμοῦ τῶν πολεμούντων καταφρονῶ. βʹ. «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με, καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν, καὶ ἔπεσον.» Οὐκ ἐψεύσθην, φησὶ, τῆς ἐλπίδος, οὕτω τῇ σῇ θαῤῥήσας ῥοπῇ. Καὶ γὰρ φθάσαντές με οἱ δίκην θηρίων διώ-