Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1052
Not analysed yet
κοντες, καὶ θοίνην ὠμοβόρον ποιήσασθαι πειραθέντες, ἐμὲ μὲν οὐκ ἐλωβήσαντο, αὐτοὶ δὲ πανωλεθρίαν ὑπέμειναν. Τοῦτο δὲ γεγενῆσθαι πολλάκις ἡ ἱστορία διδάσκει. Καὶ ἅπαξ γὰρ, καὶ δὶς, ὑπὸ τοῦ Σαοὺλ θηρευθεὶς, τὰς ἄρκυας διέφυγε, μᾶλλον δὲ αὐτὸν ἀνεῖλεν ἂν, εἴπερ ἠθέλησε, τὸν διώκοντα· ἀλλὰ αὐτὸς μὲν τὴν οἰκείαν ἐπεδείξατο φιλοσοφίαν, ἐκεῖνος δὲ παρὰ τοῖς ἀλλοφύλοις ἔτισε τῆς πονηρίας ποινήν· πρόῤῥησίς ἐστι τοίνυν τῶν ἐσομένων τὰ εἰρημένα. γʹ. «Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.» Τοσαύτην, φησὶ, πεῖραν τῆς ἐπικουρίας λαβὼν, κἂν δὶς τοσοῦτοι, κἂν τρὶς, προσβαλεῖν μοι πειραθῶσι πολέμιοι, καταθαῤῥῶ τῶν δεινῶν, τῇ ἐλπίδι ταύτῃ καθωπλισμένος. δʹ, εʹ. «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τὸ κατοικεῖν ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὑτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ· ἐν πέτρᾳ ὕψωσέ με.» Ἐγὼ δὲ, φησὶ, τοσαύτης ἀπολαύσας εὐεργεσίας, οὐ πλοῦτον ζητῶ τὸν ἐμὸν εὐεργέτην, καὶ δυναστείαν, οὐδὲ βασιλείαν καὶ δόξαν, ἀλλὰ τὸ διηνεκῶς τῷ θείῳ προσεδρεύειν ναῷ, καὶ τὸ θεῖον ἐκεῖθεν κατοπτρίζεσθαι κάλλος, καὶ ἐπισκοπεῖν ἅπαντα τὰ κατὰ νόμον γινόμενα· πεῖραν γὰρ ἔχω τῆς ὠφελείας, ἤδη τὴν ἐκεῖθεν σωτηρίαν δρεψάμενος, καὶ τῶν διωκόντων τὰς χεῖρας διαφυγών· ταῦτα καὶ ᾔτησεν ὁ μέγας Δαβὶδ, καὶ ἔλαβε παρὰ τοῦ μεγαλοδώρου Θεοῦ. Αὐτὸς γὰρ καὶ τὴν θείαν ἐπανήγαγε κιβωτὸν, καὶ σκηνὴν ἑτέραν θαυμασιωτέραν ἐπήξατο, καὶ τοὺς διαφόρους τῶν ψαλτῳδῶν χοροὺς συνεστήσατο· καὶ ταῦτα ἐκ τῆς τῶν Παραλειπομένων βίβλου μάθοι τις ἂν ἀκριβέστερον. Τὸ δέ· «Μίαν ᾐτησάμην παρὰ Κυρίου,» ἀντὶ τοῦ, «μίαν χάριν.» Οὕτω γὰρ νοητέον. ϛʹ. «Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.» Ἐνταῦθα ὁ χρόνος ἐνήλλακται· τοῦτο δὲ καὶ ὁ Ἀκύλας ἐδίδαξεν· ἀντὶ γὰρ τοῦ, ὕψωσε κεφαλήν μου, ὑψωθήσεται ἡ κεφαλή μου τέθεικεν. Σημαίνει τοίνυν, ὅτι βασιλεύσει, καὶ περιγενήσεται τῶν δυσμενῶν, καὶ κυκλώσει αὐτοὺς ὁ νῦν ὑπ' αὐτῶν κυκλούμενος· καὶ τῷ Θεῷ προσοίσει, οὐ τὰς νομικὰς θυσίας ἐν τῇ σκηνῇ, ἀλλὰ τὴν τῆς αἰνέσεως θυσίαν, ἣν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, διὰ τῶν τῷ Θεῷ πεπιστευκότων, νύκτωρ καὶ μεθ' ἡμέραν προσφέρει. Ἔνια μέντοι τῶν ἀντιγράφων, «θυσίαν αἰνέ-