Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1053
Not analysed yet
σεως ἔχει καὶ ἀλαλαγμοῦ·» τὴν αὐτὴν δὲ ἔχει διάνοιαν. Ἀλαλαγμὸς γάρ ἐστι πολεμικὴ φωνὴ, ὑπὸ τῶν θαῤῥαλεωτέρων γινομένη κατὰ τῶν δειλιώντων. Τοιουτότροπος δὲ καὶ ἡ ὑμνῳδία· εὐθυμούντων γάρ ἐστιν ἡ φωνὴ, καὶ τὸν Θεὸν ἀνυμνούντων. «Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω.» —»ᾌσω καὶ ψαλῶ τῷ Κυρίῳ.» Δῆλον κἀντεῦθεν, ὡς ἐνήλλακται ἐν τοῖς προῤῥηθεῖσιν ὁ χρόνος· ὑπισχνεῖται γὰρ ᾄσειν, καὶ τὸν ὕμνον προσοίσειν. ζʹ. «Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με, καὶ εἰσάκουσόν μου.» Ἔλεον μὲν αἰτεῖ, οὐκ ἄδικον δὲ, ἀλλὰ καὶ μάλα δίκαιον. ηʹ. «Σοὶ, φησὶν, εἶπεν ἡ καρδία μου, Κύριον ζητήσω.» Οὐ γὰρ λόγοις ἐχρησάμην ἀληθείας γεγυμνωμένοις, ἀλλὰ τῆς διανοίας συνομολογούσης τοῖς λόγοις τὸ ἔργον ἐπέθηκα. «Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου.» Καὶ οὐκ ἀποχρήσει τὰ ἤδη γενόμενα· ἀλλὰ τοῦτο δράσω καὶ εἰς τὸν ἔπειτα χρόνον, «Τὸ πρόσωπόν σου, φησὶ, Κύριε, ζητήσω.» Μὴ τοίνυν ἀπώσῃ με ποθοῦντα, μηδὲ τοῦ ποθουμένου στερήσῃς. θʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.» Τοῦτο ἐκ μεταφορᾶς τέθεικε τῶν ὀργιζομένων, καὶ τοὺς προσιόντας ἀποστρεφομένων, καὶ εἰς ἑτέραν ὁδὸν ἐκκλίνειν πειρωμένων. «Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου.» Τὸ, μὴ ἀποσκορακίσῃς με, μὴ ἀποῤῥίψῃς με εἶπον οἱ ἄλλοι ἑρμηνευταί· ἀπὸ τῆς ἔξωθεν δὲ παιδείας οἱ Ἑβδομήκοντα τοῦτο τὸ ὄνομα πεποιήκασι. Τὸ γὰρ εἰς κόρακας ὕβρις τις ἦν παρὰ τοῖς πάλαι ἀπό τινος μύθου γεγενημένη. ιʹ. «Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.» Διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ, πόῤῥω διάγειν τῶν γεγεννηκότων ἠνάγκαστο· ἀρκεῖς δὲ, φησί, μοι ἀντὶ πάντων, ὦ Δέσποτα. ιαʹ. «Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ.» Ἀντὶ τοῦ, νομοθέτησόν με, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φώτισον εἰρήκασιν· ὁ δὲ Σύμμαχος, ὑπόδειξόν μοι τὴν ὁδόν σου. Ἐπειδὴ πόῤῥω, φησὶ, διάγειν τῶν ὁμοφύλων ἠνάγκασμαι, αὐτός μοι γενοῦ καὶ νομοθέτης καὶ ποδηγὸς, ὑποδεικνύς μοι τὴν πρὸς σὲ φέρουσαν τρίβον. «Ἕνεκεν τῶν ἐχθρῶν μου. [ιβʹ.] Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με.» Ταπεινοῦ