Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1056
Not analysed yet
φρονήματος ἔκγονα τὰ ῥήματα ταῦτα. Λέγει γὰρ, ὅτι Ἐγὼ μὲν τῆς σωτηρίας ἀνάξιος, ἀλλ' ὅμως ἥκιστα τοὺς νῦν πολεμοῦντας ἠδικηκὼς, ἀδίκως ἐλαύνομαι. Μὴ παραδῷς τοίνυν τοῖς ἀδικοῦσι τὸν ἀδικούμενον. «Ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.» Ὁ δὲ Ἀκύλας τοῦτο σαφέστερον εἴρηκεν· Ἀντέστησαν μάρτυρες ψευδεῖς, καὶ ἐξεφάνη ἡ ἀδικία. Αὐτοὶ μὲν γὰρ, φησὶ, συκοφαντίαις ἐχρήσαντο κατ' ἐμοῦ, ἐγὼ δὲ λώβην οὐδεμίαν ἐντεῦθεν ἐδεξάμην διὰ τὴν σὴν βοήθειαν· ἀντεστράφη δὲ κατὰ τῶν ἀδίκων, καὶ τὰ πεμφθέντα παρ' αὐτῶν κατ' ἐμοῦ βέλη κατ' αὐτῶν πάλιν ἀνέστρεψε. Τοῦτο δὲ ἀπὸ τῆς κοινῆς εἴληπται χρήσεως· εἰώθαμεν γὰρ καὶ ἡμεῖς περὶ τῶν ἐπιβουλευόντων μὲν, οὐ βλαπτόντων δὲ, λέγειν· Ἑαυτὸν ἔβλαψεν, οὐκ ἐμέ. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. [ιγʹ.] Ἐγὼ δὲ πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον κρείττων ἔσομαι τῶν πολεμίων· ἀλλὰ καὶ τῶν προσδοκωμένων ἀγαθῶν ἐν ἀπολαύσει γενήσομαι· εἶτα προσφέρει πᾶσιν ἀνθρώποις παραίνεσιν. ιδʹ. «Ὑπόμεινον τὸν Κύριον.» Καὶ πῶς τοῦτο γένοιτ' ἂν δυνατόν; «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» Ὁ νοῦς, φησὶ, τῇ ἀνδρείᾳ καθοπλιζόμενος, καὶ διὰ ταύτης τῶν προσβαλλόντων παθημάτων περιγινόμενος, κρατύνεται καὶ νικᾷ, καὶ τὰς θείας ἐπαγγελίας προσμένει, ὧν μετὰ τοῦ συνεργήσαντος σώματος γίνεται κληρονόμος· γῆν δὲ ζώντων καλεῖ τὸν προσδοκώμενον βίον, ὡς τοῦ θανάτου κεχωρισμένον, καὶ φθορᾶς καὶ λύπης ἐλεύθερον. ΕΡΜΗΝ. ΤΟΥ ΚΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» [ᾌδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστόν· διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Χριστόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπονοίας κατάῤῥησιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς ἐκείνων χειρὸς, μᾶλλον δὲ καὶ τῆς μερίδος.] «Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ· μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» Εἴρηται μὲν ὁ ψαλμὸς ὑπὸ τοῦ Δαβὶδ, ἡνίκα ὑπὸ τοῦ Σαοὺλ ἐδιώκετο, καὶ τῶν δοκούντων εἶναι φίλων ἐπεβουλεύετο, καὶ μηνυόντων, καὶ κατάδηλον αὐτὸν τῷ Σαοὺλ πειρωμένων