Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1057
Not analysed yet
ποιεῖν· τοιοῦτος ἦν ὁ Δωὴκ, τοιοῦτοι οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. Ἁρμόττει δὲ καὶ οὗτος, καὶ μέντοι καὶ οἱ πρὸ τούτου ψαλμοὶ, παντὶ τοιαύταις περιπίπτοντι συμφοραῖς. Ἔνεστι γὰρ ὁμοίως τῷ μακαρίῳ Δαβὶδ, καὶ καρτερῆσαι τὸν βουλόμενον, καὶ τοῦ Θεοῦ δεηθῆναι, καὶ τῆς ἐκεῖθεν προμηθείας τυχεῖν· τὸ κεκράξομαι μέντοι τέθεικεν οὐκ ἐπὶ φωνῆς, ἀλλ' ἐπὶ προθυμίας καὶ συντόνου καὶ σπουδαίας εὐχῆς· τὸ δὲ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, ἐκ μεταφορᾶς ἔλαβε τῶν ὑπό τινων παρακαλουμένων, καὶ πρὸς οὐδὲν ἀποκρίνασθαι βουλομένων. Διό φησιν, Ἐὰν παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ τῆς βοηθείας γυμνώσῃς με, παραυτίκα τῷ θανάτῳ παραδοθήσομαι· τοῦτον γὰρ ἐκάλεσε λάκκον· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύττεται. βʹ. «Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαι πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.» Οὐδέπω μὲν ὁ ναὸς ᾠκοδόμητο· τὴν δὲ σκηνὴν ὀνομάζει ναὸν, ἐν ᾗ προσηύχετο, πόῤῥω μὲν ὢν κατὰ τὸ σῶμα, τὸν δὲ νοῦν ἐκεῖ παραπέμπων. Οὕτω καὶ ὁ μακάριος Δανιὴλ ἐν Βαβυλῶνι προσευχόμενος, πρὸς τὴν Ἱερουσαλὴμ τετραμμένας ἀνεῴγνυ φωταγωγοὺς, οὐκ ἐκεῖ περιγεγράφθαι τὸ Θεῖον ὑποπτεύων, ἀλλ' ἐκεῖ τὴν θείαν ἐπιφάνειαν γεγενῆσθαι μεμαθηκώς. γʹ. «Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἐργαζομένων τὴν ἀδικίαν μὴ συναπολέσῃς με, τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν· κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.» Μηδεμίαν ἔχειν κοινωνίαν μετὰ τῶν διπλόῃ κεχρημένων ὁ μακάριος ἱκετεύει Δαβίδ. Βδελυροὺς γὰρ εἶναί φησι τοὺς ἕτερα μὲν φθεγγομένους, ἕτερα δὲ βουλευομένους. Οὗ δὴ χάριν καὶ πρόσφορα τοῖς ἐπιτηδεύμασι βούλεται αὐτοὺς τρυγῆσαι τὰ ἐπίχειρα. Φησὶ γάρ· δʹ. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν. Καὶ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς· ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.» Μηδεὶς δὲ τὸν δίκαιον ἐπαρᾶσθαι τοῖς ἐχθροῖς νομιζέτω· οὐ γάρ ἐστιν ἀρᾶς τὰ εἰρημένα, ἀλλὰ ψήφου δικαίας. «Ἀπόδος γὰρ, φησὶ, τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς·» ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, αἷς κατ' ἀλλήλων καττύουσι· τοῦτο καὶ ἐν τῷ ἑβδόμῳ ψαλμῷ, «Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» Εἶτα τὴν αἰτίαν τῆς τιμωρίας διδάσκει