Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1060
Not analysed yet
εʹ. «Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.» Ταῦτα δὲ, φησὶ, δεδράκασιν, οὔτε λόγον, οὔτε ἔργον θεῖον μαθεῖν ἐθελήσαντες. «Διὸ δὴ καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Λυσιτελὴς γὰρ τοῖς κακοῖς οἰκοδόμοις ἡ τῆς πονηρᾶς οἰκοδομίας κατάλυσις· καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς καὶ τὰ προειρημένα προαγορευτικῶς εἶπεν, οὐκ αὐτοῖς ἐπαρώμενος, ἀλλὰ τὰ ἐσόμενα προθεσπίζων· οὐ γὰρ εἶπε κάθελε, ἀλλὰ, καθελεῖς, καὶ οὐ μὴ οἰκοδομήσεις Εἶτα πάλιν τῆς θείας ἀποκαλύψεως ἀπολαύσας, καὶ πόῤῥωθεν τὴν ἐσομένην βοήθειαν θεωρήσας, εἰς ὑμνῳδίαν τὴν γλῶτταν ἐκίνησεν. ϛʹ, ζʹ. «Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου, καὶ ὑπερασπιστής μου.» Καὶ δεικνὺς τὴν αἰτίαν τῆς ταχείας ἐπικουρίας, ἐπήγαγεν· «Ὅτι ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου.» Ἡ γὰρ εἰς αὐτὸν ἐλπὶς πρόξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο. Διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλλαγεὶς, ἀνέθηλά τε καὶ ἤνθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐεξίαν ἀπέλαβον. «Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.» Ἀντὶ τοῦ, Οὐ βίαιον, ἀλλ' ἐθελούσιον αὐτῷ προσφέρω τὸν ὕμνον· οὕτω καὶ ἀλλαχοῦ φησιν, «Ἑκουσίως θύσω σοι,» καὶ πάλιν, «Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε.» ηʹ. «Κύριος κραταίωμα τοῦ λαοῦ αὑτοῦ ἐστιν, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὑτοῦ ἐστιν.» Ὑμνῶ δὲ αὐτὸν ὡς ἀγαθὸν Δεσπότην, ἰσχὺν, καὶ ῥώμην, καὶ σωτηρίαν, καὶ βασιλεῖ, καὶ λαῷ φιλοτίμως παρέχοντα· Χριστὸν γὰρ ἑαυτὸν ὡς βασιλέα καλεῖ. Κοινὸν γὰρ τοῦτο τὸ ὄνομα καὶ βασιλέων, καὶ προφητῶν, καὶ ἱερέων ὑπῆρχε. θʹ. «Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς, ἕως τοῦ αἰῶνος.» Ταύτης τοίνυν, φησὶ, τῆς εὐλογίας καὶ σωτηρίας τῷ σῷ μετάδος λαῷ ἰθύνων καὶ ποιμαίνων, καὶ ὑπερτέρους ἀποφαίνων τῶν πολεμίων. Καὶ βασιλεῖ δὲ πρέπουσα ἡ ὑπὲρ τοῦ λαοῦ προσευχή· ἀξιάγαστον δὲ καὶ τοῦτο τοῦ μεγάλου Δαβὶδ, ὅτι καὶ διωκόμενος ὑπὸ τοῦ λαοῦ· συνεπολέμουν γὰρ τῷ Σαούλ· τὴν ὑπὲρ αὐτῶν ἱκετείαν προσέφερε τῷ Θεῷ· προεώρα γὰρ αὐτῶν τὴν ἐσομένην μεταβολὴν, καὶ οὐχ ἑώρα τὴν ἀδικίαν, ἀλλὰ τὴν ἐσομένην δουλείαν.