Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1061
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΚΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ· ἐξόδου σκηνῆς.» Οὐδὲ ταύτην εὗρον ἐν τῷ Ἑξαπλῷ τὴν ἐπιγραφὴν, ἀλλ' ἔν τισιν ἀντιγράφοις· ἐντεῦθέν τινες τῶν συγγραφέων ὁρμώμενοι ᾠήθησαν τὸν μακάριον Δαβὶδ τοῦτον εἰρηκέναι τὸν ψαλμὸν, ἡνίκα τὴν κιβωτὸν ἐπανήγαγεν. Οὐδεμίαν δὲ τοιαύτην διάνοιαν ἔχει τοῦ ψαλμοῦ τὰ ῥήματα· ἕτερα γὰρ ὁ ψαλμὸς προθεσπίζει. Διπλῆν δὲ ὅμως ἔχει τὴν προφητείαν· τὴν μὲν ἁρμόττουσαν Ἐζεκίᾳ τῷ βασιλεῖ, τὴν δὲ τῷ πάντων ἡμῶν βασιλεῖ, ὃς τῶν εἰδώλων καταλύσας τὴν πλάνην, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν· ἐγὼ δὲ τὴν μὲν εἰς τὸν Ἐζεκίαν προφητείαν συντόμως ἐρῶ, διὰ πλειόνων δὲ τὴν ἡμετέραν, ὡς μᾶλλον ἡμῖν προσήκουσαν. Ὁ θαυμάσιος Ἐζεκίας τῶν Ἀσσυρίων περιγινόμενος, καὶ τῷ παραδόξῳ τῆς νίκης ἐπαγαλλόμενος, παρακελεύεται τῷ λαῷ θυσίαις ἀμείβεσθαι τὸν Θεὸν, καὶ ὕμνους αὐτῷ καὶ δοξολογίαν προσφέρειν, καὶ ἐν τῇ αὐλῇ αὐτοῦ τῇ ἁγίᾳ τὴν νενομισμένην λατρείαν ἐπιτελεῖν. Ἐπειδήπερ ὁ ναὸς ἄβατος ἦν τοῖς πολλοῖς, μόνοις δὲ εἰσιτητὸς ἦν τοῖς ἱερεῦσιν ἐκεῖ. Εἶτα τούτων τὴν αἰτίαν διδάσκει, τὴν θεήλατον πληγὴν τῶν Ἀσσυρίων ἐπιδεικνὺς, φωνῆς ὁμοῦ καὶ βροντῆς μεμνημένος· καὶ τροπικῶς πλῆθος ὑδάτων τῶν πολεμίων ὀνομάζων τὸ πλῆθος· εἶτα πάλιν κέδρους αὐτὰς ἀποκαλεῖ, τὸ ὑψηλὸν καὶ πυκνὸν ἐντεῦθεν παραδηλῶν· καὶ λέγει ταύτας μὲν συντριβῆναι, τὸν δὲ ἠγαπημένον λαὸν υἱῷ μονοκερώτων ἀπεικασθῆναι· ἅτε δὴ ἕνα προσκυνοῦντα Θεὸν, καὶ διὰ τούτου καταλύσαντα τῶν ἐπελθόντων δυσμενῶν τὰς πολλὰς μυριάδας. Ἀλλὰ μὴν, φησὶ, καὶ δίκην φλογὸς αὐτοὺς διέκοψε καὶ διεσκέδασε, καὶ τὴν τοῦ Θεοῦ ἔρημον συνέσεισε φάλαγγα, καὶ τὸν δρυμὸν μιμούμενον χῶρον διὰ τὴν τῶν ἐν αὐτῷ στρατοπεδευσαμένων πυκνότητα, τῶν ἐκεῖ καταλυσάντων ἐγύμνωσεν· ἡμᾶς δὲ τοὺς ἐλάφων δεξαμένους δειλίαν κατήρτισε, καὶ μένειν ἀντὶ τοῦ φεύγειν πεποίηκε. Τούτου δῆτα χάριν καὶ συντρέχειν ἅπαντας ἐν τῷ ναῷ δίκαιον, καὶ τῶν ὕμνων αὐτῷ προσφέρειν τὰς ἀντιδόσεις. Τούτων γὰρ ἡμᾶς ἐλευθερώσας, παρασκευάσει καὶ τὰ τῶν περιβόλων ἔξω, τὰ ὑπὸ τῶν πολεμίων διαφθαρέντα, καὶ οἱονεὶ κατακλυ-