Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1064
Not analysed yet
σθέντα αὖθις ἀνοικοδομῆσαι καὶ κατοικῆσαι. Ῥᾳδίως γὰρ ἅπαντα κατορθώσομεν τὸν αἰώνιον ἔχοντες βασιλέα, ὃς καὶ τὸ κρατεῖν ἡμῖν δέδωκε, καὶ τὴν εἰρήνην δεδώρηται. Ὅτι μὲν οὖν εἰς τὸν μακάριον Ἐζεκίαν εἴρηται ὁ προκείμενος ψαλμὸς, ἡ ἑρμηνεία δεδήλωκεν. Ἐπειδὴ δὲ τύπος τῆς νέας ἡ παλαιὰ, φέρε τῇ σκιᾷ παραθέντες τὸ σῶμα, τὴν ὁμοιότητα δείξωμεν. Ἐκεῖ βασιλεὺς εὐσεβὴς, καὶ ἐνταῦθα Χριστὸς ὁ τῆς εὐσεβείας διδάσκαλος· ἐκεῖ λαὸς ἐκείνῳ πειθόμενος, καὶ ἐνταῦθα λαὸς ὑπὸ τούτου σωζόμενος· ἐκεῖ Ἀσσυρίων πόλεμός τε καὶ ὄλεθρος, καὶ ἐνταῦθα δαιμόνων ἐπανάστασις καὶ κατάλυσις. Παρακελεύεται τοίνυν ἡ χάρις τοῦ Πνεύματος τοῖς ἱεροῖς ἀποστόλοις τοῖς ἔθνεσι κηρύξαι τὴν σωτηρίαν, καὶ τοὺς πειθομένους προσενεγκεῖν τῷ Θεῷ. Υἱοὺς μὲν γὰρ Θεοῦ τοὺς ἀποστόλους καλεῖ, ὡς ἀδελφοὺς τοῦ Χριστοῦ χρηματίσαντας· Εἴπατε γὰρ, φησὶν, τοῖς ἀδελφοῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν· υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φῦντας ἐξ ἀλόγων πατέρων. «Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. [βʹ] Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.» Ὑμεῖς, φησὶν, οἱ τὸ θεῖον κήρυγμα πιστευθέντες, καὶ υἱοὶ κληθέντες Θεοῦ, μετὰ πάσης προθυμίας τὸ θεῖον πανταχοῦ διαπορθμεύσατε κήρυγμα, καὶ τοὺς ἐν ἀλογίᾳ τρεφομένους λογικοὺς ἀποφήνατε, καὶ τούτους πρώτους τῷ Θεῷ προσενέγκατε· εἶτα διὰ τούτων τὸ σέβας καὶ τοὺς ὕμνους προσοίσατε, ἐν τοῖς θείοις οἴκοις τὸν εὐεργέτην γεραίροντες. Ἔοικε ταῦτα καὶ τοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένοις πρὸς τοὺς ἱεροὺς ἀποστόλους· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί-