Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1065
Not analysed yet
ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὁ ψαλμὸς γὰρ, μετὰ τὰ εἰρημένα, εὐθὺς τῶν ἱερῶν ὑδάτων ἀνέμνησε. γʹ. «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἐβρόντησε.» Προλέγει δὲ ὁ λόγος τὴν οὐρανόθεν ἐνεχθεῖσαν παρὰ τὸν Ἰορδάνην φωνήν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Βροντὴν δὲ αὐτὴν προσηγόρευσεν, ὡς εἰς ἅπασαν διὰ τῶν ἱερῶν Εὐαγγελίων δραμοῦσαν τὴν οἰκουμένην· οὕτως υἱοὺς βροντῆς τὴν ξυνωρίδα τῶν ἀποστόλων ἐκάλεσε, διὰ τὴν ὑπερφυᾶ καὶ θείαν τῆς θεολογίας φωνήν. «Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Οὐ γὰρ μόνος ὁ Ἰορδάνης ἐκείνην τὴν χάριν ἐδέξατο, ἀλλ' ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ τὸ τοῦ βαπτίσματος ἐπιτελεῖται μυστήριον, τῆς θείας ἐπικλήσεως ἁγιαζούσης τῶν ὑδάτων τὴν φύσιν. Ἐντεῦθεν τὴν χορηγηθεῖσαν δύναμιν τοῖς ἀποστόλοις προαγορεύει. δʹ. «Φωνὴ Κυρίου ἐν ἰσχύϊ· φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.» Σύμφωνα τούτοις ἡμᾶς καὶ τῶν Πράξεων ἡ ἱστορία διδάσκει. Μανθάνομεν γὰρ ἐκεῖθεν, ὅπως ἀναλαμβανόμενος ὁ Δεσπότης Χριστὸς τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς παρηγγύησε λέγων· «Προσμείνατε ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους.» Καὶ μετὰ δέκα ἡμέρας, ἐν τῇ τῆς Πεντηκοστῆς ἑορτῇ, «Ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ἐγένετο ἐν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν.» Φωνὴν δὲ λέγει τὴν χάριν τοῦ Πνεύματος, τὴν ἰσχύος καὶ δυνάμεως τοὺς ἀποστόλους ἐμπλήσασαν, καὶ μεγαλοπρεπεῖς τοὺς εὐτελεῖς ἀποφήνασαν. Εἶτα δείκνυσιν, ὁποῖα κατώρθωσαν τῇδε τῇ φωνῇ κρατυνθέντες. εʹ. «Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» Σημαίνει δὲ διὰ τούτων τῶν λόγων τὴν τῶν εἰδώλων κατάλυσιν. Ἐπειδὴ γὰρ ὑψηλὰ ἦν πάλαι τὰ τῶν εἰδώλων τεμένη, καρπὸν οὐδένα τοῖς σεβομένοις ὀρέγοντα, «ταῖς τοῦ Λιβάνου κέδροις» ἀπείκασε ταῦτα, αἳ ὑψηλαὶ μέν εἰσιν, ἐδώδιμον δὲ καρπὸν οὐ πεφύκασι φέρειν. ϛʹ. «Καὶ λεπτυνεῖ αὐτὰς, ὡς τὸν μόσχον τοῦ Λιβάνου.» Λίβανον δὲ καὶ τὴν Ἱερουσαλὴμ ὀνομάζει πολλάκις· «Διάνοιξον γὰρ, φησὶν, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Μόσχος δὲ Λιβάνου, ὁ ὑπ' αὐτῶν γενόμενος