Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1068
Not analysed yet
ἐν Χωρήβ. «Ἐποίησαν γὰρ, φησὶ, μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ.» Ἀλλ' ἐκεῖνον Μωσῆς ὁ νομοθέτης συνέτριψε καὶ ἐλέπτυνεν. Ἐκείνῳ τοίνυν λέγει παραπλησίως καὶ πάντα τῆς οἰκουμένης τὰ εἴδωλα λεπτυνθήσεσθαι καὶ φροῦδα γενήσεσθαι· «Καὶ ὁ ἠγαπημένος, ὡς υἱὸς μονοκερώτων.» Ὁ δὲ πεπιστευκὼς λαὸς, καὶ τῆς πλάνης ἐκείνης ἀπαλλαγεὶς, καὶ ἀγαπητὸς τούτου χάριν καλούμενος, ἀήττητος ἔσται καὶ ἄμαχος, ἅτε δὴ τῆς πολυθεΐας ἀπηλλαγμένος, καὶ τὴν μίαν πρεσβεύων Θεότητα. ζʹ. «Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.» Πυροειδῆ γὰρ τοῦ παναγίου Πνεύματος τὴν χάριν ὑποδεξάμενος ὁ τῶν ἱερῶν ἀποστόλων χορὸς, ἐφωτίζετο μὲν, οὐκ ἐκαίετο δέ. Κἀν τῷ μέλλοντι δὲ βίῳ ἡ διπλῆ τοῦ πυρὸς ἐνέργεια μεριζομένη, φωτίσει μὲν τοὺς τῆς ἀρετῆς ἀθλητὰς, ἐμπρήσει δὲ τῆς κακίας τοὺς ἐραστάς· οὗ δὴ χάριν καὶ πῦρ ὀνομάζει, καὶ σκότος καλεῖται τῶν παρανόμων ἡ κόλασις, ὡς τῆς φωτιστικῆς ἐνεργείας οὐ φαινομένης ἐκεῖ. ηʹ. «Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.» Ὁ δὲ Σύμμαχος οὐ συσσείοντος, ἀλλ' ἐκτοκίζοντος εἴρηκεν· καὶ μέντοι καὶ ὁ Ἀκύλας, ὠδίνοντος. Περὶ δὲ ταύτης τῆς ἐρήμου καὶ Ἡσαΐας προαγορεύει· «Εὐφράνθητι, λέγων, ἔρημος διψῶσα· εὐφρανθήτω ἡ ἔρημος, καὶ ἀνθήτω ὡς κρίνον.» Ἔρημον δὲ ὀνομάζει τὰ ἔθνη, ὡς ἔρημα πάλαι γεγενημένα Θεοῦ. Ταῦτα δὲ ὁ μὲν θεσπέσιος Ἡσαΐας ἀνθήσειν, ὁ δὲ μακάριος Δαβὶδ ὠδινήσειν ἔφη καὶ τέξεσθαι. Τοιοῦτο δέ ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ κείμενον ἀλλαχοῦ· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον, καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Ταύτην τὴν ἔρημον ὁ Δεσπότης συσσείων· δηλοῖ δὲ τοῦ Θεοῦ τὴν ἐπιφάνειαν ὁ συσσεισμός· τεκεῖν παρασκευάσει τὴν σωτηρίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς.» Τούτου χάριν καὶ Κάδης αὐτὴν ὀνομάζει, τουτέστιν ἁγίαν. Τοῦτο γὰρ ἑρμηνεύεται τὸ Κάδης. θʹ. «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.» Φύσις ταῖς ἐλάφοις τῶν ἑρπυστικῶν θηρίων καταφρονεῖν· ταύτην δὲ τὴν ἐξουσίαν καὶ τοῖς ἱεροῖς ἀποστόλοις ὁ Δεσπότης δέδωκε· «Δέδωκα γὰρ, φησὶν, ὑμῖν ἐξουσίαν πα-