Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1069
Not analysed yet
τεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Τούτῳ κρατυνθέντες τῷ λόγῳ, τοὺς ἀπατεῶνας τῆς οἰκουμένης ἐξήλασαν δαίμονας, καὶ τῶν εἰδώλων ἐγύμνωσαν τὴν ἀσθένειαν· καὶ τοῦτο ὁ προφητικὸς προηγόρευσε λόγος· «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς.» Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι τῶν παντοδαπῶν θηρίων τὸ πλῆθος δι' ἐλάφων ἐκεράτισε, καὶ τῶν φιλοσόφων τὴν ἀκαρπίαν δι' ἀγραμμάτων διήλεγξε, καὶ τοῦ διαβόλου τὴν τυραννίδα διὰ ἁλιέων κατέλυσε. Δρυμοὺς δὲ προσηγόρευσε τὰ τῶν εἰδώλων τεμένη, ὡς ἄκαρπα παντελῶς· τοιοῦτοι γὰρ οἱ δρυμῶνες, ἢ οἱ δρυμοὶ, οὓς ἐκκόπτειν εἰωθότες οἱ ἄριστοι γηπόνοι, καὶ τὴν ὑπ' αὐτῶν νεμομένην γυμνοῦντες γῆν, τὰ κάρπιμα φυτεύουσι δένδρα, καὶ τὰ ἐδώδιμα καταβάλλουσι σπέρματα. Τοῦτο δεδράκασι καὶ οἱ τῆς οἰκουμένης γεωργοί· πρόῤῥιζα γὰρ ἀνασπάσαντες τὰ τῶν εἰδώλων τεμένη, τὰς θείας ἀντ' ἐκείνων Ἐκκλησίας ἐφύτευσαν. «Διὰ τοῦτο ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.» Ὑπὸ τῆς παραδόξου ταύτης μεγαλουργίας εἰς ὑμνῳδίαν διεγειρόμενος. ιʹ. «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.» Τὴν γὰρ τῷ χειμάῤῥῳ τῆς ἀνομίας καταποντισθεῖσαν οἰκουμένην οἰκοδομήσει, καὶ νεουργήσει, καὶ νέαν κτίσιν ἐργάσεται. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, «Εἴτις ἐν Χριστῷ καινὴ κτίσις.» Τοῦτο δὲ, φησὶ, ποιήσας, οὐκ ἐάσει λοιπὸν χώραν λαβεῖν τὴν ἀσέβειαν, ἀλλ' εἰς αἰῶνα βασιλεύσει. ιαʹ. «Κύριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ.» Διὰ τούτων δὲ προηγόρευσε καὶ τὰς τῶν ἀσεβῶν ἐπαναστάσεις, καὶ τῶν νικηφόρων μαρτύρων τὴν νίκην, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν ταῖς ἐκκλησίαις εἰρήνην. Κύριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, τουτέστιν ἐν τῷ τοῦ πολέμου καιρῷ· καὶ εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ, τὸν μακρὸν πόλεμον καταλύσας. ΕΡΜΗΝ. ΤΟΥ ΚΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου, εἰς τὸ τέλος, τῷ Δαβίδ.» Οὔτε τὸν θεῖον νεὼν ὁ μακάριος ἐδείματο Δαβὶδ, οὔτε τῷ δειμαμένῳ ἁρμόττει τοῦ ψαλμοῦ τὰ ῥητά. Ἐγκαινισμὸν τοίνυν οἴκου καλεῖ τὴν τῆς ἀνθρωπίνης φύσεως νεουργίαν· ἣν ὁ Δεσπότης Χριστὸς ἐπετέλεσε, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος θάνατον, καὶ καταλύσας τὸν θάνατον, καὶ τῆς ἀναστάσεως ἡμῖν δεδωκὼς τὰς ἐλπίδας. Εἴρηται δὲ καὶ εἰς τὸν μακάριον Ἐζεκίαν οὗτος αὐτὸς ὁ Ψαλμός. Μετὰ γὰρ τῶν Ἀσσυ-