Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1072
Not analysed yet
ρίων ἀναίρεσιν, καὶ τὴν τῆς ἀῤῥωστίας ἀπαλλαγὴν, ἑορτὴν ὡς εἰκὸς μεγίστην ἐπετέλεσε, τῷ Θεῷ χάριν ὁμολογῶν, ὅτι καὶ αὐτοῖς ἐδωρήσατο σωτηρίαν, καὶ τὸν ἅγιον αὑτοῦ ναὸν τοῦ τῶν πολεμίων πυρὸς ἠλευθέρωσεν. Ἐπειδὴ τοίνυν ἐγκαινίων ἐῴκει τὰ τελούμενα πανηγύρει, εἰκότως καὶ ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. Ἰστέον μέντοι, ὡς τῷ Ἐζεκίᾳ κατὰ τύπον ἁρμόττει, πάσῃ δὲ τῇ φύσει τῶν ἀνθρώπων κατ' αὐτὴν τὴν ἀλήθειαν. Ὥσπερ γὰρ ἐκεῖνος ὑψηλὸν εἰσδεξάμενος φρόνημα· τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων ἐδίδαξεν ἱστορία· τοῦ θανάτου τὴν ψῆφον ἐδέξατο, χάριτι δὲ θείᾳ τετύχηκε τῆς ζωῆς· οὕτως Ἀδὰμ ὁ προπάτωρ, Θεὸς ἔσεσθαι προσδοκήσας, καὶ μέγα κατὰ τοῦ πεποιηκότος φρονήσας, παρεδόθη μὲν θανάτῳ· τῇ δὲ θείᾳ φιλανθρωπίᾳ τῆς ἀναστάσεως ἔτυχεν. βʹ. «Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με· καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ.» Λαβὼν γὰρ τὴν ἡμετέραν ἀπαρχὴν ὁ Δεσπότης, πᾶσαν δι' αὐτῆς τὴν φύσιν τῆς σωτηρίας ἠξίωσε, καὶ ἐπίχαρτον γενέσθαι τοῖς ἐχθροῖς καὶ πολεμίοις οὐκ εἴασε δαίμοσιν. γʹ, δʹ. «Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Ταῦτα τῆς ἀνθρωπίνης φύσεως διηγουμένης ἀκούομεν· τὸ μέντοι, «Ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με, τῷ μὲν Ἐζεκίᾳ ἁρμόττει κατὰ τὸν πρόχειρον νοῦν, τῇ δὲ ἀνθρωπείᾳ φύσει οὐκ ἔτι. Οὔτε γὰρ αὕτη τὸν Θεὸν ἱκέτευσε, καὶ τῆς φθορᾶς τὴν ἐλευθερίαν ἐζήτησεν· ὀδυρμοῖς δὲ καὶ ὀλοφυρμοῖς χρωμένη διετέλει, τὸν μὲν θάνατον ὁρῶσα, τὴν δὲ ἀνάστασιν οὐ προσμένουσα. Τὰ δάκρυα τοίνυν καὶ τοὺς ὀδυρμοὺς, τοὺς ἐπὶ τοῖς ἀῤῥωστοῦσι καὶ τελευτῶσι γιγνομένους, τέθεικεν ἀντὶ προσευχῆς, τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δεικνὺς, ὅτι καί τοι μὴ καλούμενος, ἀλλ' ὁρῶν μόνον τοὺς θρήνους, ᾤκτειρε τὰ γινόμενα, καὶ τὸν θάνατον ἔλυσε. Κἀνταῦθα γὰρ πάλιν λάκκον τὸν θάνατον προσηγόρευσε. εʹ, ϛʹ. «Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.» Εἰκότως τοῖς ὁσίοις ἀπονέμει τὸν ὕμνον, καὶ τὴν ὁμολογίαν τῆς χάριτος· ἐπειδὴ γὰρ ἅπασιν ἀνθρώποις ἔδωκε τὸ τῆς ἀναστάσεως δῶρον, οὐ πάντες δὲ τῆς χάριτος ἄξιοι, ἁρμοδίως τοὺς ἀξίους εἰς τοὺς ὕμνους ἀφιεροῖ. Ἀρίστην δὲ κομιδῆ πεποίηται καὶ τὴν ἄλλην διαίρεσιν· τὴν γὰρ ὀργὴν