Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1073
Not analysed yet
ἀπένειμε τῷ θυμῷ· ὀργὴν γὰρ τὴν παιδείαν καλεῖ· τὴν δὲ ζωὴν, τῷ θελήματι· τοῦτο γάρ τοι βούλεται, οὐκ ἐκεῖνο. Ἐκεῖνο γὰρ ἡμεῖς ἐπισπώμεθα. «Ὁ γὰρ Θεὸς, φησὶ, θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου.» Ἀκούομεν δὲ καὶ αὐτοῦ λέγοντος διὰ Ἰεζεκιὴλ τοῦ προφήτου· «Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν;» —»Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός· καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.» Τοῦτο δὲ οὕτω συνέβη καὶ ἐπὶ τοῦ Ἐζεκίου, καὶ ἐπὶ τῆς κοινῆς σωτηρίας. Οἱ γὰρ Ἀσσύριοι ταῖς ἀπειλαῖς ἐκείναις χρησάμενοι, καὶ εἰς κλαυθμὸν τὴν πόλιν κινήσαντες, νύκτωρ ἐδέξαντο τὴν πληγὴν, καὶ ἕωθεν, οὓς δακρύειν ἠνάγκασαν, εὐθυμίας ἐνέπλησαν. Καὶ ὁ θεῖος Ἡσαΐας τοῦ θανάτου τὴν ψῆφον ἑσπέρας τῷ Ἐζεκίᾳ κομίσας, ὑπὸ τὴν ἕω πάλιν ἤνεγκεν αὐτῷ τὰ τῆς ζωῆς εὐαγγέλια· οὕτω καὶ ἐπὶ τῆς κοινῆς ἐγένετο σωτηρίας. Τῶν γὰρ ἱερῶν ἀποστόλων, καὶ τῶν σὺν αὐτοῖς πεπιστευκότων, ὀδυρομένων τοῦ Κυρίου τὸ πάθος, ἧκον αἱ γυναῖκες ὑπὸ τὴν ἕω, τῆς ἀναστάσεως τὴν εὐφροσύνην κομίζουσαι. ζʹ. «Ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.» Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισε, τῷ παραδείσῳ πρὸ τῆς ἀπάτης ἐμπολιτευόμενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον· καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παραλειπομένων ἡ βίβλος, λέγουσα ὑψωθῆναι τὴν καρδίαν Ἐζεκίου τοῦ βασιλέως. ηʹ. «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ὁμοίως ἁρμόττει καὶ ταῦτα καὶ τῷ Ἐζεκίᾳ, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει· καὶ γὰρ ἐκεῖνος δι' ἀρετὴν τῆς θείας προνοίας ἀπήλαυσε, καὶ τῶν Ἀσσυρίων ἐκράτησε· καὶ πάλιν τῆς θείας χάριτος γυμνωθεὶς, νόσῳ περιέπεσε, καὶ τὸ τῆς τελευτῆς ἐδέξατο δέος· καὶ ὁ Ἀδὰμ δὲ ἐν τῷ παραδείσῳ καὶ τῷ τῆς ἀρετῆς ἐκεκόσμητο κάλλει, καὶ κρείττων ἦν τῆς φθορᾶς· τῆς δὲ θείας προνοίας διὰ τὴν παράβασιν γυμνωθεὶς, τὴν ἀπὸ τῆς βιοτῆς ὑπέμεινε ζάλην. Τοῦτο δὲ σαφῶς λίαν ὁ Σύμμαχος τέθεικε· Κύριε, ἐν τῇ εὐδοκίᾳ σου ἔστησας τῷ προπάτορί μου κράτος· ὡς εἶναι δῆλον, ὅτι ταῦτα τῆς ἀνθρωπείας φύσεως τὸ πρόσωπον φθέγγεται πρὸς τὸν Δεσπότην Χριστὸν, τῆς ζωῆς αὐτῇ τὸ μέγα δωρησάμενον δῶρον.