Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1076
Not analysed yet
θʹ, ιʹ. «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;» Τούτοις καὶ ὁ μακάριος Ἐζεκίας ἐχρήσατο τοῖς λόγοις, ὡς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία διδάσκει, καὶ τοῦ θειοτάτου Ἡσαΐου ἡ προφητεία· καὶ μέντοι καὶ ἡ ἀνθρωπεία φύσις, εἰ καὶ μὴ πᾶσα βεβόηκεν, ἀλλὰ διὰ τῶν ἁγίων βεβόηκε πρὸς τὸν Θεὸν, τούτοις κεχρημένη τοῖς λόγοις, ὅτι Δίκαιον ὑμνεῖν σε τὸν ποιητὴν, καὶ λόγοις εὐγνώμοσιν ἀμείβεσθαί σου τὰς χάριτας. Τοῦτο ζώντων ἴδιον· οἱ γὰρ εἰς χοῦν καὶ κόνιν διαλυόμενοι, καὶ τὸ σωματικὸν ἔργον ἀπολέσαντες, πῶς ἂν δυνηθεῖεν τὰς σὰς ἄδειν εὐεργεσίας; ιαʹ—ιγʹ. «Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.» Καὶ Ἐζεκίας σάκκον περιζωσάμενος προσήνεγκε τῷ Θεῷ τὴν κατὰ τῶν Ἀσσυρίων εὐχήν· καὶ ἡ ἀνθρωπεία φύσις τὸ πένθιμον περιεβέβλητο σχῆμα. Καὶ νῦν δέ τινες τῶν ἀνοήτων, τοὺς τεθνηκότας ὀλοφυρόμενοι, ἐπὶ σάκκου καθήμενοι κακῶς, τῶν προφητικῶν ῥημάτων ἐπαΐειν οὐκ ἐθέλουσι, διαῤῥήδην βοώντων· «Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην, καὶ ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.» Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαίδεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφροσύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ' ἐκείνην μετ' εὐθυμίας προσμένειν. Τὸ δὲ, «Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἵνα ᾄδῃ σε δόξα, καὶ οὐ μὴ ἀποσιωπήσῃ· ἀντὶ τοῦ, Προσήκει ταύτης ἕνεκα τῆς εὐεργεσίας διηνεκῶς ᾄδειν σε καὶ ὑμνεῖν τοὺς τοσαύτης δόξης τετυχηκότας, ἐν μηδενὶ καιρῷ σιωπῶντας. Καὶ ἡ κατάνυξις δὲ σιγὴν ἐμποιεῖ. Οἱ Ἑβδομήκοντα τοίνυν ἀντὶ σιγῆς τεθείκασι τὴν κατάνυξιν· δόξης δὲ ὁ μὲν Ἐζεκίας τετύχηκε, τοσούτων δι' αὐτὸν μυριάδων θεήλατον δεξαμένων πληγὴν, καὶ μέντοι καὶ τοῦ ἡλίου ἀναστρέψαντος· ἡμεῖς δὲ πολλῆς εὐκλείας ἔχομεν ἀφορμὴν, τοσαύτην περὶ ἡμᾶς τοῦ Θεοῦ τῶν ὅλων ἐπιδεξαμένου φιλοστοργίαν. Οὕτω γὰρ, φησὶν, ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.» Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον, ἀλλὰ