Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1077
Not analysed yet
καὶ μετὰ τὴν ἀνάστασιν, ὕμνους σοι προσοίσω, διηνεκῶς τὰς ὑπερφυεῖς σου καὶ ἀῤῥήτους διηγούμενος δωρεάς. ΕΡΜΗΝ. ΤΟΥ Λʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβὶδ, ἐκστάσεως.» Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς λοιποῖς εὗρον ἑρμηνευταῖς, ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων. Αἰνίττεσθαι δέ μοι τὰ κατὰ τὸν Οὐρίαν δοκεῖ. Λέγει γὰρ ἐν αὐτῷ τῷ ψαλμῷ· «Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου·» τουτέστιν, ᾨήθην ἡμαρτηκὼς τῆς σῆς γεγυμνῶσθαι προνοίας. Εἰρῆσθαι δὲ ἔοικεν ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου Δαβὶδ, καθ' ὃν καιρὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἐδιώκετο· καὶ τοῦτο σαφέστερον ἡ τῶν ῥητῶν ἑρμηνεία διδάσκει. βʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Αἰσχύνῃ με, φησὶν, ἡ ἁμαρτία περιέβαλε πολλῇ· ἱκετεύω δὲ μὴ μέχρι πολλοῦ ταύτην ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γεγενημένην πεποίθησιν. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με.» Μὴ εἰς τὴν ἐμὴν, φησὶν, ἀποβλέψῃς ἁμαρτίαν, ἀλλ' εἰς τὴν τῶν διωκόντων με παρανομίαν· ταύτῃ γὰρ τῇ δικαίᾳ ψήφῳ χρησάμενος, τῶν ἐπικειμένων ἀπαλλάξεις με συμφορῶν. γʹ. «Κλῖνον πρός με τὸ οὖς σου· τάχυνον τοῦ ἐξελέσθαι με.» Ἀκούσας μου τῆς ἱκετείας, ταχεῖαν δὸς τὴν βοήθειαν. «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με. [δʹ.] Ὅτι κραταίωμά μου, καὶ καταφυγή μου εἶ σύ.» Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ, τὴν παντοδαπὴν τοῦ Θεοῦ κηδεμονίαν παραδηλῶν. Τὸ δὲ κραταίωμά μου, Ἀκύλας καὶ Σύμμαχος, πέτρα μου ἡρμήνευσαν. Ἔοικε δὲ ὁ προφητικὸς λόγος τῷ εὐαγγελικῷ συμφωνεῖν, ὃς τὸν φρόνιμον ὑποδείκνυσιν ἐπὶ τῆς πέτρας τὴν οἰκίαν οἰκοδομήσαντα, ἢν οὔτε πνευμάτων, οὔτε ὑετῶν καὶ ποταμῶν προσβολὴ διὰ τὸ στεῤῥὸν ἐλωβήσατο. «Καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με.» Τὸ δὲ διαθρέψεις ὁ Σύμμαχος τημελήσεις με τέθεικεν. Λέγει δὲ, ὅτι Παντοδαπῆς με προνοίας ἀξιώσεις, διὰ τὸ ὄνομά σου ἐφ' ᾧ πέποιθα. Διὰ πάντων δέ γε τῶν ἑρμηνευμένων ῥητῶν τὸ μέτριον αὐτοῦ τοῦ φρονήματος μεμαθήκαμεν. Οὐ γὰρ ᾔτησε διὰ τὴν οἰκείαν ἀρετὴν τῆς