Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1080
Not analysed yet
θείας ἐπικουρίας τυχεῖν, ἀλλὰ διὰ τὸ τοῦ Θεοῦ ὄνομα, καὶ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ ὅτι ἐπ' αὐτῷ ἤλπισεν. εʹ. «Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι· ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε.» Τὴν βουλὴν τοῦ Ἀχιτόφελ διὰ τούτων ἐδήλωσεν, ἢν εἰσηγήσατο κατ' αὐτοῦ, ὡς καὶ ἤδη προειρήκαμεν. ϛʹ. «Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας.» Πολλαῖς πολλάκις περιπεσὼν συμφοραῖς, τούτων διὰ τῆς σῆς ἠλευθερώθην ῥοπῆς· οὗ δὴ χάριν τὴν ἐμαυτοῦ ψυχὴν τῇ σῇ παρατίθημι προμηθείᾳ. Χεῖρας γὰρ πάλιν ἐνταῦθα τὴν προμηθείαν ὀνομάζει. ζʹ. «Ἐμίσησας πάντας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς.» Ἐκεῖνοι μὲν οὖν, φησὶν, οὐ σοὶ τεθαῤῥήκασιν, ἀλλὰ τοῖς ματαίοις αὐτῶν κέχρηνται λογισμοῖς· εἴωθας δὲ τοὺς τοιούτους παντελῶς ἀποστρέφεσθαι. «Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα. [ηʹ.] Ἀγαλλιάσομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου.» Καὶ γὰρ ἐν συμφοραῖς ὢν τὴν σὴν ἐπικουρίαν καλῶ, καὶ ταύτης ἀπολαύων, τῇ σῇ φιλανθρωπίᾳ τῶν ἀγαθῶν ἀνατίθημι τὴν αἰτίαν. «Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. [θʹ.] Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.» Οὐ διήμαρτον δὲ τούτοις ἀεὶ χρησάμενος τοῖς λογισμοῖς· ἐνέδραις γὰρ πολεμίων πολλάκις, καὶ λόχοις περιπεσὼν, καὶ εἴσω τῶν περιταθέντων μοι δικτύων γενόμενος, διέφυγον τοὺς θηρεύοντας. Τοῦτο γὰρ εἶπεν· «Οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ.» Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖρας διέφυγε· καὶ ἄλλοτε τοὺς Γετθαίους, παραπληξίαν σχηματισάμενος. ιʹ. «Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως εἴρηκεν· Ἐθολώθη διὰ παροργισμὸν ὁ ὀφθαλμός μου. Παροργίσας γάρ σε διὰ τῆς ἁμαρτίας, δακρύειν διηνεκῶς ἀναγκάζομαι· καὶ μὲν δὴ καὶ ἡ ψυχή μου ζάλης καὶ θορύβου ἐμπέπλησται. Γαστέρα δὲ ἐνταῦθα τὸ τῶν λογισμῶν ταμιεῖον ἐκάλεσεν· οἱ λογισμοὶ γὰρ, ἀλλ' οὐχ ἡ γαστὴρ, ἐταράττετο.