Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1081
Not analysed yet
ιαʹ. «Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς.» Πάντα μου, φησὶ, τὸν βίον εἰς ὀδύνας καὶ δάκρυα δεδαπάνηκα. «Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.» Καὶ ἡ ἔνδεια δὲ, καὶ τῶν ἀναγκαίων ἡ σπάνις, κατέτηξέ μου τὸ σῶμα. Ταύτης δὲ τῆς ἐνδείας καὶ ἡ ἱστορία μέμνηται, καί φησιν· «Οὐνησβὶ ὁ τοῦ Ναὰς υἱὸς, ὁ Ἀμμανίτης, καὶ Βερζελλεὶ ὁ Γαλααδίτης, ἤνεγκαν πυροὺς καὶ κριθὰς, καὶ ἄλευρον· καὶ κύαμον, καὶ φακὸν, καὶ ἕτερά τινα τῷ Δαβὶδ προσήνεγκαν καὶ τῷ λαῷ, ὅτι ἔλεγον τὸν λαὸν πεινᾷν καὶ ἐκλελῦσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ.» ιβʹ. «Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου.» Οἱ ἐχθροί μου, φησὶν, ἐν εὐθυμίᾳ, ἐγὼ δὲ καταγέλαστός εἰμι, καὶ τοῖς ὁμόροις ἐπίχαρτος, καὶ τοῖς γνωρίμοις ἐπίφοβος. Καὶ σαφέστερον τοῦτο διδάσκων ἐπήγαγεν· «Οἱ θεωροῦντές με ἔξω, ἔφυγον ἀπ' ἐμοῦ.» Δεδίασι γὰρ συγγενέσθαι μοι, ἵνα μὴ τοῖς ἐμοῖς ἐχθροῖς περιπέσωσιν. ιγʹ. «Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.» Ἀπέγνωσάν με, φησὶν, ἅπαντες, δίκην σκεύους ἀπολωλότος, καὶ νεκροῦ τάφον οἰκοῦντος. [Ἔδειξε τὴν ὑπερβολὴν τῆς ἐπιλησμονῆς ἀπὸ τῆς τοῦ σκεύους ἀτιμίας· ὥσπερ γὰρ, φησὶν, ἀπολλύμενον ἐκεῖνο ταχέως τῆς τῶν ἀπολωλεκότων ἐξορίζεται μνήμης διὰ τὸ εὐτελὲς, οὕτω κἀγὼ λελόγισμαι αὐτοῖς ὡς οὐδὲν ὢν οὐδὲ γεγονώς ποτε λόγου τινὸς ἄξιος.] ιδʹ. «Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν.» Ταῦτα δὲ οὐ τοπάζων λέγω, ἀλλὰ ταῖς ἀκοαῖς τὰ ὀνείδη δεξάμενος. Σημαίνει δὲ διὰ τούτων καὶ τὰς τοῦ Σεμεεὶ λοιδορίας. «Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. [ιεʹ, ιϛʹ.] Ἐγὼ δὲ ἐπὶ σὲ, Κύριε, ἤλπισα· εἶπον, Σὺ εἶ ὁ Θεός μου. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.» Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον, ἐγὼ δέ σε Θεὸν οἶδα καὶ πρύτανιν. Τοῦτο γὰρ λέγει· «Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου,» ἢ ὡς οἱ λοιποὶ, ἐν ταῖς χερσί σου οἱ καιροί μου, ἀντὶ τοῦ, Σὺ ἀποκληροῖς ὡς ἐθέλεις ἑκάστῳ καὶ ἀθυμίας καὶ θυμηδίας, καὶ μεταβάλλεις ταῦτα πάλιν πρὸς τὸ δοκοῦν. Καιροὺς γὰρ, ἢ κλήρους, καλεῖ τὰς τῶν