Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1084
Not analysed yet
πραγμάτων μεταβολὰς, πλοῦτον καὶ πενίαν, δουλείαν καὶ δεσποτείαν, εἰρήνην καὶ πόλεμον, καὶ τἄλλα τὰ τοιαῦτα ὁμοίως. «Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με.» Εἶτα δείκνυσι καὶ τὸν τῆς λυτρώσεως τρόπον. ιζʹ. «Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου.» Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυθήσεται. ιηʹ. «Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε, αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου.» Καὶ ἐντεῦθεν μανθάνομεν, ὡς πολλὴν διαφορὰν ἁμαρτία πρὸς ἀσέβειαν ἔχει. Διὸ καὶ ὁ μέγας παρακαλεῖ Δαβὶδ, αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ δυσσεβείᾳ συζῶντας μετ' αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι. ιθʹ. «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.» Τοῦ Ἀχιτόφελ ἐνταῦθα προλέγει τὸν θάνατον, ὃς φίλος ὢν τοῦ Δαβὶδ καὶ σύμβουλος, τὸν παλαιὸν ἐγύμνωσε δόλον, καὶ κατὰ τοῦ μηδὲν ἠδικηκότος τὴν γλῶτταν ἐκίνησεν. Ὑπερηφανίαν δὲ καὶ ἐξουδένωσιν τὴν συμβουλὴν ἐκείνην εἰκότως ἐκάλεσεν· ἐπειδὴ παῖδα κατὰ τοῦ πατρὸς διήγειρεν εἰς σφαγήν. κʹ. «Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. «Πάλιν τὸ, ὡς, ἐνταῦθα οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς τέθεικε. Διόπερ Ἀκύλας καὶ Σύμμαχος οὕτως ἡρμήνευσαν· Τί πολὺ τὸ ἀγαθόν σου, ὃ ἔκρυψας ἀπόθετον τοῖς φοβουμένοις σε. Ταύτην δὲ τὸ ῥητὸν τὴν διάνοιαν ἔχει· Τῶν φοβουμένων σε, φησὶ, Δέσποτα, τοὺς μὲν μισθοὺς καὶ τὰ ἔπαθλα κρύπτεις· καὶ ταῦτα πολλὰ ὄντα, καὶ μεγάλα, καὶ θαυμαστά· ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις προσπαλαίειν ἐᾷς. Ἀλλ' ὅμως ἔστιν ὅτε καὶ γυμνοῖς τὰ βραβεῖα, παραθαῤῥύνων τοὺς ἀθλητάς. Τοῦτο γὰρ ἐπήγαγεν· «Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.» Εἶτα τὴν γινομένην αὐτῶν κατὰ μέρος διέξεισι πρόνοιαν. καʹ. «Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.» Ἀρκεῖ σου, φησὶν, ἡ ἐπιφάνεια· τοῦτο γὰρ καλεῖ πρόσωπον· πάσης αὐτοὺς ταραχῆς καὶ ζάλης ἀνθρωπίνης