Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1085
Not analysed yet
ἐλευθερῶσαι, καὶ ἀποληφθέντας ἐν μέσῳ καθάπερ τινὶ καλύψαι σκηνῇ, καὶ ἀφανεῖς ἀποφῆναι. Ταύτης δὲ καὶ αὐτὸς τῆς προνοίας ἀπήλαυσεν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος. Ἐν μέσοις γὰρ ὑποληφθεὶς τοῖς δεινοῖς, τῆς σωτηρίας τετύχηκεν. Οὕτως ὁ μέγας Ἑλισσαῖος κυκλώσαντας τοὺς Σύρους διέφυγεν, ἀχλὺν αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιπάσας. Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. κβʹ. «Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.» Ὁ δὲ Σύμμαχος οὕτως εἴρηκε τοῦτο· Εὐλογητὸς Κύριος ὁ παραδοξάσας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. Οὕτω γάρ με, φησὶ, περιέβαλέ τε καὶ περιέφραξε τῇ οἰκείᾳ φιλανθρωπίᾳ, ὡς πόλιν ὀχυρῷ περιβόλῳ περιφράττουσιν οἱ οἰκήτορες. κγʹ. «Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου· διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ.» ᾬμην δὲ, φησὶ, τῇ ἁμαρτίᾳ περιπεσὼν, πόῤῥω τῆς σῆς γεγενῆσθαι κηδεμονίας· ἀλλὰ τοὺς ταπεινούς μου θεασάμενος λόγους, οὐ παρεῖδες δεόμενον. Ἔκστασιν δὲ εἰκότως τὴν ἁμαρτίαν ἐκάλεσε. Τὴν γὰρ τῆς δικαιοσύνης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης, καὶ ἐξετράπη· προσέπταισε δὲ, καὶ περιέπεσε τοῖς ὠμοβόροις λῃσταῖς. Καὶ τοῦτο αὐτὸ δείκνυσι τὴν τοῦ Δαβὶδ ἀρετήν. Οὐ γὰρ ἐθὰς ἦν τῆς ἁμαρτίας, ἀλλ' ἔξω μικρὸν τῆς οἰκείας γενόμενος προαιρέσεως, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν. Ἐντεῦθεν ἐπὶ παραίνεσιν μεταφέρει τὸν λόγον, ἐκ τῶν κατ' αὐτὸν τὴν θείαν ὑποδεικνὺς φιλανθρωπίαν καὶ πρόνοιαν. κδʹ. «Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.» Προσήκει, φησὶν, ὑμᾶς ἅπαντας, τοὺς τὴν θείαν ὁδὸν ὁδεύειν προαιρουμένους, ἐκθύμως ἀγαπᾷν τῶν ὅλων τὸν πρύτανιν, οἷόν τινι κανόνι τῇ ἀληθείᾳ χρώμενον, καὶ τοὺς ἄμετρον ἀλαζονείαν κεκτημένους κολάζοντα. Οὐχ ἁπλῶς γὰρ εἶπε, τοῖς ποιοῦσιν ὑπερηφανίαν, ἀλλὰ, τοῖς περισσῶς ποιοῦσιν. Ἱκανὸν γὰρ καὶ τοῦτο τὴν θείαν ἀγαθότητα δεῖξαι. Φέρει μὲν γὰρ τοὺς οὕτω πως μείζονι φρονήματι κεχρημένους· τοὺς δὲ τυφουμένους, καὶ ἀπλήστως ἐξογκουμένους, ταῖς καταλλήλοις παραδίδωσι τιμωρίαις. κεʹ. «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ταῦτα τοίνυν εἰδότες οἱ τῇ ἐλπίδι τῇ θείᾳ τὸν παρόντα διαπλέοντες βίον, κρατύνατε τῇ ἀνδρίᾳ τὰς ὑμετέρας