Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1088
Not analysed yet
ψυχὰς, καὶ τοῖς τοῦ κυβερνήτου πείθεσθε νεύμασι, φερομένοις ὡς ἂν ἐκεῖνος ἰθύνῃ. Αὕτη δὲ καὶ ἡμῖν ἁρμόδιος ἡ παραίνεσις, τὴν δι' ἐλπίδος παραψυχὴν κεκτημένοις. ΕΡΜΗΝ. ΤΟΥ ΛΑʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ συνέσεως.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας· καὶ οὗτος γὰρ μετὰ τὴν ἁμαρτίαν ἐν ἐκείναις ἐῤῥήθη ταῖς συμφοραῖς. Τοῖς δὲ προφητικοῖς ὀφθαλμοῖς προορῶν τῆς καινῆς διαθήκης τὴν χάριν, καὶ τὴν διὰ τοῦ παναγίου βαπτίσματος χορηγουμένην τοῖς πιστεύουσιν ἄφεσιν, μακαρίζει τούτους, ἅτε δὴ δίχα πόνων τὴν τῶν ἁμαρτάδων δεχομένους ἀπαλλαγήν· καί φησιν ἀρξάμενος τοῦ ψαλμοῦ· «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. [βʹ] Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.» Ὀδυρμοῖς ἐγὼ καὶ δάκρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Δεσπότου φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλιπεῖν. γʹ. «Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.» Ἡνίκα τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, οὐ παραχρῆμα τοῖς τῆς μετανοίας φαρμάκοις ἐχρήσατο, ἀλλὰ μετὰ τὸν ἔλεγχον τοῦ Νάθαν. Τοῦτο τοίνυν ἐνταῦθα βοᾷ· Ἐπειδὴ παραυτίκα δεξάμενος τὴν πληγὴν, οὐχ ὑπέδειξα τὸ ἕλκος τῷ ἰατρῷ, ἀλλ' ἐσίγησα τοῦτο κρύψαι πειρώμενος, κατεγήρασα βοῶν, καὶ τῆς ἁμαρτίας κατηγορῶν. δʹ. «Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου.» Ὀλοφύρομαι δὲ καὶ ποτνιῶμαι, ταῖς παντοδαπαῖς παιδείαις καὶ τιμωρίαις βαλλόμενος. Τὸ γὰρ, «Ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου,» ἐκ μεταφορᾶς τέθεικε τῶν τῇ χειρὶ παιόντων, καὶ ἐπιμενόντων μέχρι πολλοῦ. «Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν.» Οὐκ ἄδικος δέ σου, φησὶν, ἡ παιδεία, ἀλλὰ καὶ μάλα δικαία. Αἰτία γάρ μοι τῶν κακῶν ἡ ἁμαρτία, ἣν ἀντὶ σταφυλῆς μὲν ἐβλάστησα· κεντοῦμαι δὲ διηνεκῶς ὑπ' αὐτῆς. Ἄκανθαν γὰρ τὴν ἁμαρτίαν ἐκάλεσε,