Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1089
Not analysed yet
καὶ ὡς ἄχρηστον βλάστημα, καὶ ὡς κεντεῖν πεφυκός. εʹ. «Τὴν ἁμαρτίαν ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπον, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.» Εὐθὺς μὲν ἁμαρτήσας ἐσίγησα· ἀλλὰ μετὰ ταῦτα τὴν κατ' ἐμοῦ κατηγορίαν νύκτωρ καὶ μεθ' ἡμέραν πεποίημαι· ἐκ δὲ τῆς κατηγορίας μεγάλους ἐδρεψάμην καρπούς· ἔδωκας γάρ μοι τῶν ἁμαρτημάτων τὴν ἄφεσιν. Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι οὐκ ἔφη, Ἀφῆκάς μοι τὴν ἁμαρτίαν, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας· τουτέστιν, Οὐ πρὸς ἀξίαν με τῆς παρανομίας ἐκόλασας, ἀλλὰ τὴν μὲν ὑπερβολὴν τῆς ἁμαρτίας συνεχώρησας, συμμέτρῳ δὲ παιδείᾳ τὴν θεραπείαν ἐπέθηκας. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Εἰρηκότι γὰρ τῷ Δαβὶδ, «Ἡμάρτηκα τῷ Κυρίῳ,» ἀπεκρίνατο ὁ Νάθαν, «Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς.» Ἠπείλησε μέντοι παντοδαπῶν ἐμπλήσειν τὴν οἰκίαν συμφορῶν. Οὕτω κἀνταῦθα, «Καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.» Ἔδει με, φησὶν, ἐκεῖνα τετολμηκότα εὐθὺς κατὰ τὸν νόμον θανάτῳ παραδοθῆναι· ἀλλὰ φιλανθρωπίᾳ χρησάμενος θανάτῳ μὲν οὐ παρέδωκας, μετρίαις δὲ παιδείαις ἰάτρευσας. ϛʹ. «Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ.» Καιρὸν εὔθετον λέγει τῆς καινῆς διαθήκης τὴν πολιτείαν, ἐν ᾗ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν ταῖς τοῦ Δαβὶδ ὑμνῳδίαις οἱ πεπιστευκότες γεραίρουσι τὸν Θεόν· τοῦτο τοίνυν ἐνταῦθα προαγορεύει καί φησι τῷ Δεσπότῃ, ὅτι Οὐ μόνος ὑπὲρ ταύτης ἀντιβολῶ σε τῆς ἁμαρτίας, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην τὴν θεογνωσίαν δεξόμενοι, ταύτην ὑπὲρ ἐμοῦ προσοίσουσι τὴν εὐχήν. Καὶ γάρ πως ἐοίκαμεν τὰ τοῦ Δαβὶδ φθεγγόμενοι ῥήματα, τὴν ἐκείνου γλῶτταν ἀναλαμβάνειν ἐπὶ τῷ τὸν Θεὸν ἀνυμνεῖν. «Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ὁ σπουδαίαν σοι προσφέρων τὴν ἱκετείαν παντοδαπῆς ἀπολαύσεται προμηθείας. Ὥστε κἂν διαφόροις συμφοραῖς περιπέσῃ, δίκην αὐτὸν ὑδάτων περικλυζούσαις, περιγενέσθαι τούτων καὶ κρείττονα δειχθῆναι τῶν λυπηρῶν. ζ. «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περι-