Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1092
Not analysed yet
εχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Ἐκεῖνα περὶ τῆς ἁμαρτίας εἰρηκὼς, ἱκετεύει τῶν διὰ ταύτην ἐπενεχθέντων ἀπαλλαγῆναι κακῶν· καὶ μέντοι καὶ τυγχάνει τῆς ἀποκρίσεως. Λέγει γὰρ πρὸς αὐτὸν ὁ Κύριος· ηʹ. «Συνετιῶ σε, καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.» Ἐκτραπέντα, φησὶ, καὶ ἐπιγνόντα τὴν πλάνην, ἐπανάξω πάλιν εἰς τὴν εὐθεῖαν ὁδὸν, καὶ γνῶσίν σοι ταύτης καὶ εἴδησιν ἐνθήσω· μεταδώσω δέ σοι καὶ τῆς προτέρας εὐνοίας. Τοῦτο γὰρ εἶπεν, «Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου» ἐκ μεταφορᾶς τῶν φιλικῶς περί τινα διακειμένων, καὶ ἀποβλέπειν εἰς αὐτὸν ἐθελόντων διηνεκῶς. Ὥσπερ γὰρ ὁ ὀργιζόμενος τὸ πρόσωπον δοκεῖ ἀποστρέφειν, οὕτω τὴν οἰκείαν εὐμένειαν διὰ τοῦ προσέχειν δηλοῖ. Διὸ καὶ ἑτέρωθι ὁ Προφήτης ἔφη, «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Καὶ πάλιν, «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.» Καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου, «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.» Ἐντεῦθεν ὁ προφητικὸς παραινεῖ λόγος, τοῖς μὲν παρανομίᾳ συζῶσι, μὴ μιμεῖσθαι τὴν τῶν κτηνῶν ἀλογίαν, τοῖς δὲ δικαίοις, τὴν θείαν εὐφροσύνην ἔχειν ἀεί. Λέγει δὲ οὕτως· θʹ. «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἐγὼ μὲν ὑμῖν, φησὶ, παραινῶ τὴν τούτων μὴ ζηλοῦν ἀλογίαν· εἰ δὲ μὴ πείθεσθε, δέξεσθε χαλινὸν καὶ κημὸν τούτοις παραπλησίως. Διὰ δὲ τούτων τὰς παιδείας δηλοῖ· οὗ χάριν ἐπήγαγεν· ιʹ. «Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ.» Οὕτω ταύτην τούτοις εἰσενεγκὼν τὴν εἰσήγησιν, ἐπὶ τὸν ἕτερον μεταβαίνει χορόν. «Τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.» Ἅπαντες γὰρ ἄνθρωποι, εἰ καὶ τοῖς τῆς ἀρετῆς καλλωπίζονται κατορθώμασι, τῆς θείας προσδέονται χάριτος· διὸ δὴ καὶ