Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1093
Not analysed yet
ὁ θεῖος Ἀπόστολος βοᾷ· «Χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον.» ιαʹ. «Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Μηδεὶς τοίνυν ἐπὶ τοῖς οἰκείοις κατορθώμασιν ἀγαλλέσθω, ἀλλ' ἐπὶ τῷ Θεῷ μέγα φρονείτω, καὶ τὴν ἐντεῦθεν θυμηδίαν καρπούσθω. Καὶ τοῦτο τοῖς ἀποστολικοῖς ἔοικε ῥητοῖς, «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Καὶ «Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.» Διὰ τοῦτο καὶ πνεύματι πραότητος παιδεύειν παρεγγυᾷ· «Σκοπῶν, φησὶ, σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.» ΕΡΜΗΝ. ΤΟΥ ΛΒʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Τοῦτο οἱ Ἑβδομήκοντα τεθείκασι, τὸν ψαλμὸν ἑρμηνεύσαντες· Μὴ ζητήσῃς, φησὶν, ἑρμηνείαν ἐπιγραφῆς· ἐπιγραφὴν γὰρ οὐχ εὕρομεν. Εἴρηται δὲ ὁ ψαλμὸς οὗτος ὑπὸ τοῦ μακαρίου Δαβὶδ, εἰς τὴν κατὰ τὸν θαυμάσιον Ἐζεκίαν ὑπόθεσιν· ἐσχημάτισται δὲ ὡς ἐξ αὐτοῦ τοῦ Ἐζεκίου, εἰς ὑμνῳδίαν τὸν λαὸν παροτρύνοντος, μετὰ τὴν παράδοξον νίκην καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον. αʹ. «Ἀγαλλιᾶσθε, δίκαιοι ἐν Κυρίῳ.» Πολλαχοῦ τὸ ἀγαλλιᾶσθε, ὁ μὲν Ἀκύλας, αἰνεῖτε; καὶ ὁ Σύμμαχος ὁμοίως ἡρμήνευσεν, «Τοῖς εὐθέσι πρέπει αἴνεσις.» Τοῖς τὸν Θεὸν ἐπεγνωκόσι, καὶ πλάνης ἀπηλλαγμένοις, ἁρμόττει τὸν Θεὸν διηνεκῶς ἀνυμνεῖν. Εἶτα διδάσκει καὶ πῶς αὐτοὺς προσήκει τὴν ὑμνῳδίαν ποιεῖσθαι. βʹ, γʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. ᾌσατε αὐτῷ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.» Ταῦτα δὲ πάντα κατὰ τὴν νομικὴν ἐπετελεῖτο λατρείαν· καὶ γὰρ κιθάραις, καὶ κυμβάλοις, καὶ τυμπάνοις, καὶ ἑτέροις μουσικοῖς ὀργάνοις ἐκέχρηντο. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος βοὴ, κατὰ τῶν φευγόντων ὑπὸ τῶν νικώντων γινομένη. Ἁρμόττει δὲ καὶ ἡμῖν τὰ εἰρημένα πνευματικῶς νοούμενα· καὶ δυνατὸν ἡμᾶς εὔηχον καὶ παναρμόνιον ὄργανον ἡμᾶς αὐτοὺς ἀποφῆναι, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν τὸν Θεὸν ἀνυμνῆσαι. δʹ. «Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει.» Δικαίως, φησὶν, ἅπαντα