Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1096
Not analysed yet
πρυτανεύει ὁ τῶν ὅλων Κύριος· καὶ προὔθηκεν ἡμῖν τῶν ἔργων αὑτοῦ τὴν θεωρίαν, πιστεύειν παρακαλῶν, ἀλλ' οὐ πολυπραγμονεῖν, πῶς γεγένηται. εʹ. «Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος.» Τὰ μὲν γὰρ ὑπ' αὐτοῦ γινόμενα, ἀπεριέργως ἅπαντας ἄνευ τινὸς διχονοίας, παρακελεύεται δέχεσθαι· βίου μέντοι ἐπιμελεῖσθαι, καὶ τοῦτον ἐλέῳ καὶ κρίσει κατακοσμεῖν. «Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.» Μιμεῖσθαι, φησὶ, προσήκει τὸν Ποιητήν· ὥσπερ γὰρ αὐτὸς ἐλέῳ κεχρημένος οἰκονομεῖ. καὶ τοὺς ἠδικημένους οἰκτείρει· οὕτω δεῖ καὶ ἡμᾶς τοῖς μὲν ἀδίκοις ἀπονέμειν τὴν κρίσιν, τοῖς δὲ ἠδικημένοις τὸν ἔλεον. Καὶ γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῇ μὲν κρίσει κατὰ τῶν Ἀσσυρίων ἐχρήσατο· ἡμᾶς δὲ φειδοῦς καὶ φιλανθρωπίας ἠξίωσεν. Οὕτω τὰ περὶ τῆς θείας προνοίας διεξελθὼν, ἐπὶ τὴν δημιουργίαν μεταφέρει τὸν λόγον, καὶ διδάσκει ὡς δημιουργήσας τὰ σύμπαντα, πρυτανεύει τὰ σύμπαντα, καὶ προμηθεῖται ὡς ποιημάτων οἰκείων, οὐκ ἀλλοτρίων. ϛʹ, «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὐ πόνου, φησὶν, ἐδεήθη, καὶ χρόνου δημιουργῶν, ἀλλ' ἤρκεσεν αὐτῷ λόγος εἰς ποίησιν· εἶπε γὰρ, Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως.» Τὸ μὲν οὖν ἐξ ἐπιπολῆς νόημα ἡ τοῦ γράμματος ἐπιφάνεια τοῦτο δηλοῖ· τοῦτο γὰρ τοῖς πάλαι ἥρμοττεν Ἰουδαίοις. Ἡ δὲ ἀληθὴς θεολογία τὸν Θεὸν ἡμῖν ὑποδείκνυσι Λόγον, σὺν τῷ παναγίῳ Πνεύματι, καὶ τοὺς οὐρανοὺς καὶ τὰς οὐρανίους πεποιηκότα δυνάμεις. Καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν προλαμβάνει ἡ προφητεία. Καὶ ὥσπερ ὁ θεσπέσιος Ἰωάννης, ὁ τῆς βροντῆς υἱὸς, πᾶσαν τὴν οἰκουμένην ἐδίδαξεν, ὅτι «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν, ὃ γέγονεν·» οὕτως ὁ μακάριος Δαβὶδ προκηρύττει λέγων, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν.» Οὐκ ἀπονέμει δὲ τῷ μὲν Θεῷ Λόγῳ τὴν τῶν οὐρανῶν δημιουργίαν, τῷ δὲ παναγίῳ Πνεύματι τὴν τῶν δυνάμεων ποίησιν· ἀλλὰ καὶ ταῦτα κἀκεῖνα τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα πεποιηκέναι φησί. Δυνάμεις δὲ οὐρανῶν οἱ μὲν τοὺς κατ' οὐρανὸν