Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1097
Not analysed yet
φωστῆρας, οἱ δὲ τὰς ἀοράτους ἔφασαν εἶναι δυνάμεις. Ἐμοὶ δὲ τὸ δεύτερον ἀληθέστερον εἶναι δοκεῖ. Δημιουργὸν γὰρ ὑποδεικνὺς τὸν Θεὸν, οὐκ ἂν μόνης τῆς ὁρωμένης ἐμνημόνευσε κτίσεως. ζʹ. «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.» Πᾶσαν μὲν γὰρ τῶν ὑδάτων τὴν φύσιν, ὥσπερ ἐν ταμιείοις τισὶ τοῖς ἀφωρισμένοις χωρίοις καθειργμένην ἔχει· ἕλκει δὲ ταύτην εἰς τὸν ἀέρα μετέωρον, ὅτ' ἂν θέλῃ, καὶ ὡς ἐν ἀσκῷ τινι ταῖς νεφέλαις συνάγει. Διὸ λέγει· «Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.» Καὶ ἀλλαχοῦ δὲ πάλιν ἡ θεία Γραφή· «Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» ηʹ, θʹ. «Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Τῶν οὐρανῶν μνημονεύσας, καὶ τῶν ἀοράτων δυνάμεων, ἔπειτα τῆς τῶν ὑδάτων οὐσίας, ἄγει καὶ τὴν γῆν εἰς μέσον, καὶ τοὺς ταύτην κατοικοῦντας, ποιήματα αὐτοῦ εἶναι διδάσκων, καὶ παρεγγυῶν δεδιέναι καὶ τρέμειν τὸν Ποιητὴν, καὶ τοῖς αὐτοῦ νεύμασι πείθεσθαι. Τὸ γὰρ σαλευθήτωσαν, ὁ μὲν Σύμμαχος εὐλαβείσθωσαν, ὁ δὲ Ἀκύλας ὑποσταλήσονται εἴρηκε, τῷ ἐπιόντι χρόνῳ τὴν τῆς οἰκουμένης παραπέμψας εὐλάβειαν. Οὐδὲ γὰρ ἡνίκα τούσδε τοὺς λόγους ἐποιήσατο, ταύτην ἔσχον οἱ ἄνθρωποι, ἀλλὰ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ Δεσπότου Χριστοῦ. ιʹ, ιαʹ. «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν· καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Διπλῆν ἔχει τὴν ἑρμηνείαν τὰ εἰρημένα· οὐ γὰρ μόνον τῶν Ἀσσυρίων, καὶ τοῦ Σενναχηρεὶμ, καὶ τοῦ Ῥαψάκου διεσκέδασε τὰς βουλάς· καὶ τῆς οἰκείας βουλῆς τὴν δύναμιν καὶ τὴν ἀλήθειαν ἔδειξεν· ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰς κατὰ τῶν ἀποστόλων ἐπαναστάσεις διέλυσε, καὶ τῆς οἰκείας δυνάμεως τὸ κράτος δῆλον πεποίηκεν ἅπασι· τοῦτο γὰρ ὁ προφητικὸς ᾐνίξατο λόγος, εἰπών· «Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Τῶν δύο γενεῶν ἡ μνήμη διδάσκει καὶ τὰ τηνικαῦτα γενόμενα, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα. ιβʹ. «Μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ· λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.» Δεῖ, φησὶ, μακαρίζειν, οὐ τοὺς πλούτῳ κομῶντας,