Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1100
Not analysed yet
ἀλλὰ τοὺς τῷ Θεῷ πεποιθότας, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντας. Ἐκλεκτὸς δὲ λαὸς κληρονομία Θεοῦ προσαγορευόμενος, πάλαι μὲν ὁ Ἰουδαϊκὸς, μετὰ δὲ ταῦτα, ὁ ἐκ τῶν ἐθνῶν ἐκλεγεὶς, καὶ τῆς πίστεως τὰς ἀκτῖνας δεχόμενος. «Αἴτησαι γὰρ, φησὶ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ιγʹ, ιδʹ. «Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.» Ταῦτα καὶ ἐν τῷ τρίτῳ καὶ δεκάτῳ ἔφη ψαλμῷ, τὴν αὐτὴν ποιούμενος πρόῤῥησιν. Καὶ ἐπειδὴ εἶπεν ἐπέβλεψεν, ἵνα μή τις αὐτὸν ἀγνοεῖν οἰηθῇ τὰ παρὰ τῶν ἀνθρώπων τολμώμενα, εἰς καιρὸν ἐπήγαγεν· ιεʹ. «Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.» Εἶπον, φησὶν, ἐπιβλέψαι τὸν τῶν ὅλων Θεὸν, οὐχ ὡς ἀγνοοῦντα καὶ μαθεῖν ἐφιέμενον, ἀλλ' ὡς κρίνοντα καὶ δικάζοντα. Πῶς γὰρ οἷόν τε ἀγνοεῖν τῆς ψυχῆς τὰ κινήματα τὸν ταύτην πεποιηκότα; Τὰς καρδίας γὰρ ἐπὶ τοῦ λογικοῦ τέθεικεν. ιϛʹ, ιζʹ. «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὑτοῦ οὐ σωθήσεται.» Δι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ δεῖ θαῤῥεῖν, οὐ ῥώμῃ σώματος, οὐκ ἀνδρείᾳ ψυχῆς, οὐχ ἵππων ὀξύτητι, οὐχ ὑπηκόων πλήθει· ἐν τούτοις γὰρ ἅπασιν ὁ Σενναχηρεὶμ πλουτῶν, οὐδὲν ἐντεῦθεν ἀπώνατο, ἀλλὰ τὴν πανωλεθρίαν ἐδέξατο· τί οὖν ποιητέον, ὑπόδειξον, ὦ προφῆτα. ιηʹ, ιθʹ. «Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.» Ἁπάντων, φησὶ, τῶν ἀγαθῶν πρόξενος ἡ εὐσέβεια· τὴν γὰρ θείαν προμήθειαν ἐφέλκεται, αὕτη δὲ καὶ θάνατον τὸν ἐπιόντα κωλύει καὶ ἔνδειαν· χαρίζεται δὲ τῶν ἀγαθῶν τὴν φοράν· εἰκὸς δὲ ἐπὶ τῆς πολιορκίας ἐκείνης, ἐν σπάνει γενέσθαι τῶν ἀναγκαίων τοὺς καθειργμένους, εἶτα τῷ τῶν πολεμίων ὀλέθρῳ καὶ ταύτης ἀπαλλαγῆναι τῆς συμφορᾶς. κʹ, καʹ. «Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ· ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν· καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.» Τοσούτων τοίνυν ἀγαθῶν ἀπολαύσαντες, βεβαίαν ἔχομεν εἰς τὸν Θεὸν τὴν ἐλπίδα· καὶ τὴν παρ' αὐτοῦ βοήθειαν προσμενοῦμεν ἀεί· αὐτὸς γὰρ ἡμῖν καὶ τὴν παροῦ-