Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1101
Not analysed yet
σαν θυμηδίαν δεδώρηται. Εἶτα εἰρηκὼς ὅτι ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν, ἱκετεύει λαβεῖν ἰσόμετρον τῇ ἐλπίδι τὸν ἔλεον. κβʹ. «Γένοιτο (γὰρ φησὶν), Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.» Παῤῥησίας δὲ μεγίστης ὁ λόγος, καὶ τοῖς καθ' ἡμᾶς τολμηρός. Τίς γὰρ οὕτως ἤλπισεν, ὡς θαῤῥαλέως εἰπεῖν, Τῇ ἐμῇ ἐλπίδι τὸν ἔλεον μέτρησον; Τοῦτο μέντοι καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Δεσπότης ἐδίδαξεν· «ᾯ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν·» καὶ τὴν ἐλπίδα τοίνυν τελείαν καὶ γνησίαν κτησώμεθα, καὶ τὸν ἄλλον βίον τῇ ἐλπίδι κατάλληλον, ἵνα ἔλεον πολὺν καρπωσώμεθα. ΕΡΜΗΝ. ΤΟΥ ΛΓʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὑτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.» Τοῦ Σαοὺλ τὴν πικρὰν γνώμην καὶ βάσκανον θεασάμενος ὁ θεῖος Δαβὶδ, καὶ συμβούλῳ χρησάμενος τῷ θαυμασίῳ Ἰωνάθαν, ἀπέδρα, καὶ Νομβὰν τὴν πόλιν κατέλαβεν. Ἐκεῖ τοίνυν Ἀβιμέλεχ τῷ ἱερεῖ συγγενόμενος, ἔκρυψε τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως εἴς τινα χρείαν σπουδαίαν, καὶ ζητήσας ἄρτους, ἑτέρους μὲν οὐχ εὗρε, μόνους δὲ τοὺς τοῖς ἱερεῦσιν ἀπονενεμημένους, καὶ τούτους ἔλαβεν, δεδωκότος τοῦ ἱερέως παρὰ τὸ δόγμα τοῦ νόμου. Μόνοις γὰρ τοῖς ἱερεῦσιν ἀπονενέμητο ἡ τοιαύτη τροφή· ἀλλ' ὅμως προδιεγράφη τῆς χάριτος τὰ μυστήρια, καὶ προανεῴγει τοῖς πιστεύουσι τῆς θείας φιλοτιμίας ἡ θύρα· οὐκ ἔτι γὰρ μόνοις τοῖς ἱερεῦσιν ἀφώρισται ἡ θεία τροφὴ, ἀλλὰ πρόκειται τοῖς βουλομένοις ἡ τῶν θείων μετάληψις. Ἔλαβε μέντοι κατ' ἐκεῖνον τὸν καιρὸν ὁ μέγας Δαβὶδ καὶ τοῦ Γολιὰθ τὴν ῥομφαίαν, ἣν ὥσπερ ἀκροθίνιον ἐξ ἐκείνης τῆς παρατάξεως ἀνέθηκε τῷ Θεῷ· Ἀβιμέλεχ δὲ τὸν Ἀβιάθαρ προσηγόρευσε, ὡς διώνυμον. Ἐπειδὴ τοίνυν φεύγων, οὐκ ἐγνώρισε τῷ ἱερεῖ τὴν φυγὴν, ἀλλὰ βασιλικὴν ἔφη χρείαν ἐξανύειν τινὰ, ἠλλοιῶσθαι τὸ πρόσωπον λέγεται, ὡς μὴ τῇ συνήθει χρησάμενος ἀληθείᾳ [ἕτερον δὲ πρόσωπον ἀντὶ τοῦ εἰωθότος ἀνειληφώς]. Τινὲς δὲ τῶν συγγραφέων ἑτέραν ἔδωκαν ὑπόθεσιν τῷ ψαλμῷ. Ἔφασαν γὰρ ἠλλοιωκέναι τὸ πρόσωπον τὸν Δαβὶδ, ἡνίκα πρὸς τὸν Ἀγχοὺς εἰσελήλυθεν· εἶτα φοβηθεὶς τὰς τῶν ἀλλοφύλων ἐπιβουλὰς, κορυβαντιᾷν ἐσκήψατο, καὶ τούτῳ τῷ