Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1104
Not analysed yet
τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ἀλλ' οὐδεμίαν ἔχει πρὸς τήνδε τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ συμφωνίαν τὰ ῥήματα· ἁρμόττει δὲ τοῖς εἰρημένοις, ὡς αὐτίκα σὺν Θεῷ φάναι δειχθήσεται. βʹ. «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.» Καὶ φεύγων, φησὶ, καὶ διώκων, καὶ ἐν εὐκληρίᾳ καὶ δυσκληρίᾳ, τὸν ἐμὸν Δεσπότην ὑμνῶ. γʹ. «Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.» Αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον. «Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. [δʹ]. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.» Οὐκ ἀνέχεται μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας· εἶτα τῆς εὐχαριστίας ὑποδείκνυσι τὴν αἰτίαν εʹ. «Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.» Ἱκέτευσα, φησὶν, αὐτὸν, καὶ κρείττων ἐγενόμην τῶν συμφορῶν. ϛʹ. «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.» Ὁ γὰρ μετὰ πίστεως αὐτῷ προσιὼν, φωτὸς ἀκτῖνας δέχεται νοεροῦ. Οὕτω καὶ Μωσῆς ὁ μέγας τὸ ὁρώμενον πρόσωπον ἐδοξάσθη· τοῦτο καὶ ἤδη προείρηκεν ὁ Δαβίδ·» Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Οὕτω προτρέψας τοὺς ὁμοτρόπους, ἀρχέτυπον αὐτοῖς προτίθησιν ἑαυτόν. ζʹ. «Οὗτος ὁ πτωχὸς ἐκέκραξε· καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.» Μάθετε, φησὶν, ἐκ τῶν κατ' ἐμὲ, θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα με καὶ προβατέα, τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείττονα τῶν πολεμούντων ἀπέφηνεν. ηʹ. «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Τούτοις συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τὰ ῥήματα· περὶ γὰρ τῶν ἀγγέλων οὕτω φησίν· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» Οὕτω καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενος ἔφη· «Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν.» Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμάσιον οἰκέτην ἔφη· «Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὑτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.» Οὕτως ὁ μακάριος λέγει Ζαχαρίας· «Ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.»