Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1105
Not analysed yet
θʹ. «Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἁνὴρ, ὃς ἐλπίζει ἐπ' αὐτόν.» Εἰρηκὼς, «Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε,» προτρέπει «καὶ γεύσασθε.» Τῇ πείρᾳ, φησὶ, μάθετε τὴν ἀγαθότητα τοῦ Δεσπότου· μακαρισμὸν γὰρ ἐντεῦθεν τρυγήσετε. Ἰστέον μέντοι ὡς τοῖς πάλαι Ἰουδαίοις ἡ εἰρημένη ἁρμόττει διάνοια. Ὁ δέ γε ἐν τῷ βάθει τοῦ γράμματος κρυπτόμενος νοῦς, τῶν θείων μυστηρίων τὴν χάριν αἰνίττεται. Διὰ γὰρ τοῦ παναγίου βαπτίσματος ὁ ἀληθὴς φωτισμὸς τοῖς προσιοῦσι προσγίνεται, καὶ τῆς ζωοποιοῦ τροφῆς ἡ γεῦσις τὴν ἀγαθότητα τοῦ Σωτῆρος δείκνυσιν ἐναργῶς. Τί γὰρ οὕτως αὐτοῦ σαφῶς τὴν φιλανθρωπίαν ὑποδείκνυσιν, ὡς σταυρὸς, καὶ τὸ πάθος, καὶ ὁ ὑπὲρ ἡμῶν γενόμενος θάνατος, καὶ τὸ γενέσθαι τῶν οἰκείων προβάτων τροφὴν ὁμοῦ καὶ πηγήν· ιʹ, ιαʹ. «Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.» Σύμφωνα δὲ καὶ ταῦτα τοῖς ἄνω ῥηθεῖσι· παραινεῖ γὰρ τοῖς ἤδη τὸν ἁγιασμὸν διὰ τοῦ βαπτίσματος δεξαμένοις, φόβῳ τὴν ἀγάπην κεράσαι, καὶ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἀναμένειν παρὰ μόνου Θεοῦ. Ὁ γὰρ πλοῦτος πολλὰς ἔχει μεταβολάς· καὶ ὁ σήμερον πλούσιος, εἰς πενίαν μετ' ὀλίγον μετέπεσε. Καὶ Ἰουδαῖοι δὲ πάλαι τοῦ Θεοῦ τὴν κηδεμονίαν πλουτήσαντες, ἐπτώχευσαν [καὶ ἐπείνασαν ἀπιστήσαντες]. Τὰ δὲ πιστεύσαντα ἔθνη παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν τὴν ἀφθονίαν ἐδέξατο. ιβʹ, ιγʹ. «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;» Καὶ προτεθεικὼς, οἷόν τι ἆθλον ἀξιέραστον, τὴν ζωὴν τὴν ἄλυπον, καὶ τὴν τριπόθητον, ἐπὶ τοὺς ἀγῶνας προτρέπει. ιδʹ, ιεʹ. «Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Πρότερον ἀποτρέπει κακίας, εἶθ' οὕτω τὰ εἴδη τῆς ἀρετῆς μετιέναι κελεύει· καὶ πρῶτον μὲν τὴν γλῶτταν, ὡς εὐόλισθον μόριον, καθαρεύειν παντὸς δόλου καὶ πονηρίας παρεγγυᾷ· τῇ γλώττῃ δὲ τὰ χείλη συνάπτει, ὡς καὶ αὐτὰ συνεργοῦντα τοῖς ἐκείνης κινήμασι. Δεύτερον τῆς κακίας ἀπαγορεύει τὴν πρᾶξιν· «Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ.» Εἶτα τὴν ἀγαθὴν ἐνέργειαν νομοθετεῖ· «Ποίησον γὰρ, φησὶν, ἀγαθόν.» Τί δὲ τὸ κεφάλαιον τῶν ἀγαθῶν; «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ὁ γὰρ εἰρηνικὸς εἰρήνην πρὸς ἅπαντας ἀσπαζόμενος, οὔτε κρύβδην τὰ τοῦ πέλας