Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1108
Not analysed yet
ὑφαιρεῖται· οὐ μιαιφονίας κατατολμᾷ, οὐ γάμοις ἐπιβουλεύει, οὐ λέγει κακῶς, οὐ πράττει κακῶς· εὐεργετεῖ, προμηθεῖται, μεταδίδωσι, συνηγορεῖ, συγκινδυνεύει, συναγωνίζεται· τοιαύτη γὰρ ἡ εἰλικρινὴς ἀγάπη, καὶ γνησία φιλία. Εἶτα πάλιν δείκνυσι τὸν τούτων καρπόν. ιϛʹ. «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» Ἐποπτεύονται γὰρ, φησὶν, οἱ ταῦτα δρῶντες ὑπὸ τοῦ Δεσπότου Θεοῦ, καὶ αἰτοῦντες ἀγαθὰ τυγχάνουσι τῶν αἰτήσεων. Ἔπειτα ἀπὸ τοῦ ἐναντίου τὰ εἰρημένα κρατύνει. ιζʹ. «Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.» Ὁρᾷ δὲ, φησὶ, καὶ τοὺς τἀναντία τολμῶντας, καὶ τῆς πανωλεθρίας κατ' αὐτῶν ἐκφέρει τὴν ψῆφον. ιηʹ, ιθʹ. «Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν· καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.» Πάρεστι, φησὶ, τοῖς δικαίοις ὁ Δεσπότης, καὶ τὰς τούτων ἀσμένως δέχεται προσευχάς· διαφερόντως δὲ κήδεται τῶν μετρίῳ φρονήματι κεχρημένων· τούτους γὰρ τῇ καρδίᾳ συντετριμμένους ἐκάλεσε. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» κʹ, καʹ. «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.» Συγχωρεῖ μὲν γὰρ αὐτοὺς εἰς τὸ τῶν θλίψεων κατιέναι γυμνάσιον· ἐπαρκεῖ δὲ, καὶ κρείττους ἀποφαίνει τῶν προσπιπτουσῶν συμφορῶν, κρατύνων αὐτῶν τοὺς λογισμοὺς, καὶ στεγανοὺς ἐργαζόμενος· ὀστᾶ γὰρ τοὺς λογισμοὺς ἀπεκάλεσε· καθάπερ γὰρ ὑπὸ τῶν ὀστῶν, ὡς στερεμνίων, τὸ λοιπὸν φέρεται σῶμα, οὕτω διὰ τῶν λογισμῶν ἡ ψυχὴ τὴν σωτηρίαν καρποῦται. κβʹ, κγʹ. «Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὑτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν.» Οἱ μὲν οὖν τῆς ἀρετῆς ἐρασταὶ τοσούτων ἀγαθῶν ἀπολαύσουσιν. Οἱ δὲ πονηρίᾳ συζῶντες προσφυᾶ δέξονται τὴν τελευτὴν τῇ ζωῇ, καὶ πονηρᾶς βιοτῆς πονηρὸν ἔσται τὸ τέλος. Οἱ δὲ τοῦ Θεοῦ τὴν θεραπείαν ἑλόμενοι, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα κτησάμενοι, τῆς παρ' αὐτοῦ τεύξονται σωτηρίας· ἅτε δὴ πλημμελῆσαι παντελῶς εἰς τοὺς ὑπ' αὐτοῦ τεθέντας οὐκ ἀνασχόμενοι νόμους.