Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1109
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΛΔʹ ΨΑΛΜΟΥ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον ὡσαύτως τὸν ψαλμὸν εἴρηκεν ὁ μακάριος Δαβὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος· μέμνηται δὲ καὶ τῆς τοῦ Δωὴκ πονηρίας. Αὐτὸς γὰρ ἐμήνυσε τῷ Σαοὺλ τὰ κατὰ τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πρόξενος τῆς πολλῆς ἐκείνης μιαιφονίας ἐγένετο· μέμνηται δὲ καὶ τῶν Ζιφαίων, καὶ τῶν ἄλλων, οἳ τῷ Σαοὺλ τὸν Δαβὶδ κατεμήνυον, ὡς αὐτὰ διδάξει τὰ ῥήματα. αʹ. «Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέμησον τοὺς πολεμοῦντάς με.» Καλὴ τῶν εἰρημένων ἡ τάξις, καὶ τῇ τοῦ δικαίου πρέπουσα εὐχῇ. ᾜτησε γὰρ πρότερον δικάσαι τὸν τῶν ὅλων Θεὸν, εἶθ' οὕτως ἐπαγαγεῖν τῆς τιμωρίας τὴν ψῆφον. βʹ, γʹ. «Ἐπιλαβοῦ ὅπλου, καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με.» Πολέμου μνημονεύσας, ἀναγκαίως καὶ τῶν ὅπλων τὰ εἴδη προστέθεικε, τῷ σχήματι τῆς πανοπλίας ἐκδειματῶν τοὺς πονηρίᾳ συζῶντας. Οὐδὲ γὰρ τοσούτοις ὅπλοις ἐκέχρητο ὁ Θεὸς κολάζων τοὺς ἀδικοῦντας· ἀρκεῖ δὲ αὐτῷ λόγος εἰς τιμωρίαν ἐσχάτην. «Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.» Ἀρκεῖ μοι ὁ σὸς λόγος εἰς σωτηρίαν. Ἐπειδὴ γὰρ ὅπλων ὁ προφήτης ἐμνημόνευσεν, εἰκότως ἐδίδαξεν, ὡς οὐ χρῄζει τοιούτων ὑπουργῶν ὁ Θεὸς, ἀλλὰ λόγῳ μόνῳ κἀκείνους κολάζει, καὶ τούτους εὐεργετεῖ. δʹ. «Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.» Διαμάρτωσι, φησὶν, ὧν τυρεύουσι, καὶ γένηται αὐτοῖς αἰσχύνη τῆς πονηρίας ἐπικαρπία. εʹ. «Γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς.» Τοῦτο καὶ ἐν τῷ πρώτῳ ψαλμῷ τέθεικεν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» ϛʹ. «Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος, καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς.» Τρέψον αὐτοὺς εἰς φυγὴν, τοῖς ἀοράτοις ἀγγέλοις ἐπιτρέπων τὴν δίωξιν. Οὕτως εὑρίσκομεν καὶ τοὺς Ἀσσυρίους ὑπ' ἀγγέλου ἀναιρεθέντας, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα ὁ ὀλοθρευτὴς διέφθειρε. Σκότος δὲ καὶ ὀλίσθημα τὴν κατάπτωσιν λέγει. Οἵ τε γὰρ προσπταίοντες, καὶ οἱ τὸν ὄλισθον ὑπομένοντες, καταπίπτουσιν. Καὶ δεικνὺς τῆς εὐχῆς τὸ δίκαιον, ἐπάγει·