Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1112
Not analysed yet
ζʹ. «Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὑτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου.» Ἀδίκοις γὰρ, φησὶν, ἐπιβουλαῖς κέχρηνται κατ' ἐμοῦ. Τὸ δὲ ὠνείδισαν, ὑπώρυξαν ὁ Σύμμαχος εἴρηκεν. Αἰνίττεται δὲ τὸν κρύβδην κατασκευαζόμενον ὄλεθρον. ηʹ. Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει καὶ ἡ θήρα ἢν ἔκρυψε συλλαβέτω αὐτόν· καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.» Οἷς κατασκευάζουσι, φησὶ, περιπέσοιεν, καὶ τοῖς οἰκείοις δικτύοις ἐμπέσοιεν· ἀπροσδόκητον ὑπομείναιεν θήραν τοῦτο γὰρ εἶπε, «παγὶς ἢν οὐ γινώσκει.» θʹ, ιʹ. «Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ· τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ἐγὼ δὲ καὶ θυμηδίαν καὶ εὐφροσύνην ἐπὶ τοῖς σοῖς ἀγαθοῖς καρπώσομαι, Δέσποτα, καὶ διὰ πάντων μου τῶν μορίων μόνον σε εἶναι βοήσω Θεόν. Τὸ γὰρ, «Τίς ὅμοιός σοι;» τοῦτο δηλοῖ, ὅτι Μόνος ὑπάρχεις Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος. «Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.» Οὐκ ἐᾷς γὰρ ὑπὸ τῶν δυνατωτέρων πολιορκεῖσθαι τοὺς πενεστέρους· ἀλλὰ κἀκείνους ἄγχεις, καὶ τούτοις ἐπαμύνεις. ιαʹ. «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἠρώτων με.» Συκοφαντίαν, φησὶν, ὑπέμεινα, ἃ μηδὲ ἐλογισάμην, κατηγορούμενος. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ φθόνου βαλλόμενος ὁ Σαοὺλ, τυραννήσειν αὐτὸν ὑπώπτευε, καὶ τούτου χάριν πολεμῶν διετέλει· χώραν λαβόντες οἱ βασκαίνοντες, τὰς κατ' αὐτοῦ συκοφαντίας οὐκ ἔληγον ῥάπτοντες. Τούτους μάρτυρας ὀνομάζει ψευδεῖς. Ἐκ τούτων ἦν ὁ Δωὴκ, ἐκ τούτων οἱ Ζιφαῖοι, καὶ ἕτεροι πρὸς τούτοις πολλοί. ιβʹ. «Ἀνταπεδίδουν μοι πονηρὰ ἀντὶ τῶν ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.» Ἐγὼ μὲν γὰρ τὸν Γολιὰθ ἀνεῖλον θρασυνόμενον, καὶ κατὰ παντὸς νεανιευόμενον τοῦ λαοῦ, καὶ ἀλλοφύλους κατηγωνισάμην πολλάκις, καὶ τοῖς πνευματικοῖς κρούμασι τῆς δαιμονικῆς αὐτὸν ἠλευθέρουν μανίας· αὐτὸς δέ μοι πολεμῶν οὐ παύεται, θανάτῳ παραδοῦναι καὶ λήθῃ βουλόμενος. Ἀτεκνίαν γὰρ τὴν λήθην ὠνόμασεν, ὡς διὰ τῶν παίδων φυλαττομένης τῆς μνήμης. Διὸ δὲ καὶ ὁ τῶν ὅλων Θεὸς