Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1113
Not analysed yet
διὰ Ἡσαΐου τοῦ προφήτου φησί· «Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν· ὅτι τάδε λέγει Κύριος τοῖς εὐνούχοις τοῖς ἐκλεγομένοις· Ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, ἐν τῷ τείχει μου τόπον θαυμαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυγατέρων.» ιγʹ. «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.» Ἐντεῦθεν παιδευόμεθα πῶς δεῖ λύειν τὰς συμφοράς· σάκκον γὰρ, φησὶν, ἀμπεχόμενος, καὶ νηστείᾳ κατατηκόμενος, τῷ Θεῷ τὴν ἱκετηρίαν προσέφερον· καὶ ἐδεχόμην τῆς αἰτήσεως τοὺς καρπούς. «Τὸ γὰρ, «Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται,» τοῦτο σημαίνει ἀντὶ τοῦ, Προσευχόμενος ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. ιδʹ. «Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.» Πᾶσαν αὐτῷ, φησὶ, θεραπείαν, ὡς ἀδελφῷ γνησίῳ προσέφερον, καὶ ἀσχάλλοντος καὶ πενθοῦντος ἐμιμούμην ταπείνωσιν, οὐκ ἀνασχόμενος μεγαφρονεῖν ἐπὶ τοῖς κατορθώμασι. Τοῦτο καὶ ἡ ἱστορία διδάσκει. Τοῦ γὰρ Σαοὺλ εἰρηκότος ἐκεῖ, «Σὺ τέκνον Δαβίδ; ἀπεκρίνατο λέγων· Δοῦλος σὸς, κύριέ μου βασιλεῦ.» Καὶ πάλιν· «Ἵνα τί διώκει ὁ κύριός μου ὁ βασιλεὺς ὀπίσω κυνὸς τεθνηκότος, καὶ ὀπίσω ψύλλου ἑνός;» ιεʹ. «Καὶ κατ' ἐμοῦ ηὐφράνθησαν, καὶ συνήχθησαν· συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων.» Αὐτοὶ δὲ μετὰ πλήθους ἐπῄεσαν, ἀνελεῖν με προσδοκῶντες, καὶ ἐξαπιναίως προσέβαλλον, ἑλεῖν ἀγνοοῦντα πειρώμενοι. Τὸ γὰρ, «Συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων,» οὕτως ἡρμήνευσεν ὁ Σύμμαχος, Συνήγοντο κατ' ἐμοῦ πλῆκται, καὶ οὐκ ᾔδειν. «Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν.» Καὶ διαμαρτόντες, φησὶ, τῆς ἐλπίδος, καὶ σκεδασθέντες, οὐ μετεμελήθησαν ἐφ' οἷς κακῶς ἐβουλεύσαντο· ἀλλ' αὖθις τοῖς αὐτοῖς ἐπεχείρησαν. ιϛʹ. «Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν.»