Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1116
Not analysed yet
Διὰ πάσης, φησὶν, ὥδευσαν πείρας, τὸν οἰκεῖον θυμὸν ἐμπλῆσαι βουλόμενοι· ποτὲ μὲν γὰρ ἀπατηλοῖς χρώμενοι λόγοις ἀγρεύειν ἐπειρῶντο, ποτὲ δὲ λεόντειον ἐβρύχοντο φονῶντες. ιζʹ. «Κύριε, πότε ἐπόψῃ;» Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπιφαίνῃ, καὶ ἐπαμύνεις ἠδικημένῳ; ιηʹ. «Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν.» Κρείττονά μου τὴν ψυχὴν τῶν μηχανημάτων αὐτῶν ἀπόφηνον. «Ῥῦσαι ἀπὸ λεόντων τὴν μονογενῆ μου.» Εἰρηκὼς ἄνω, «Ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν·» ἴδιος δὲ τῶν λεόντων ὁ βρυχμός· εἰκότως αὐτοὺς καὶ λέοντας προσηγόρευσε, τὸ ὠμοβόρον καὶ θηριῶδες ἐξελέγχων τῆς γνώμης. Τὴν μονογενῆ δέ μου ὁ Σύμμαχος τὴν μονότητά μου εἴρηκεν, ἀντὶ τοῦ, τὴν πάσης ἀνθρωπίνης ἔρημον βοηθείας. ιθʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.» Τὸ δὲ «ἐν λαῷ βαρεῖ,» ὁ Σύμμαχος ἐν λαῷ παμπληθεῖ εἴρηκε. Πρόῤῥησις δὲ ἦν αὕτη, καὶ πρόῤῥησις δεξαμένη τέλος. Ἐν πάσῃ γὰρ γῇ καὶ θαλάσσῃ ὑμνεῖ τὸν Θεὸν καὶ διὰ τῶν πεπιστευκότων ὁ θεῖος Δαβίδ· Ἐκκλησίαν γὰρ πολλὴν, καὶ παμπληθῆ λαὸν τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας καλεῖ. κʹ. «Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως· οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς» Ἐνταῦθα πάλιν τῶν Σαοὺλ παροξυνόντων ἐποιήσατο μνήμην, ὡς φιλίαν μὲν ὑποκρινομένων, τὰ πολεμίων δὲ δρώντων. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον εἴρηκεν. καʹ. «Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν· καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο.» Φιλικοῖς γὰρ χρώμενοι λόγοις, ὡς ἐν γῇ τινι κρύπτειν τὴν ὀργὴν ἐπειρῶντο, δόλου πλήρη τὴν διάνοιαν ἔχοντες. κβʹ. «Καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὑτῶν, εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.» Θεασάμενοι δέ με τῆς ἐπιβουλῆς αἰσθόμενον, ἐγύμνωσαν λοιπὸν τὴν κεκρυμμένην δυσμένειαν, μετὰ φωνῆς ἐφηδόμενοι ταῖς ἐμαῖς συμφοραῖς. κγʹ, κδʹ. «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.» Κριτὴς εἶ, Δέσποτα, ἐφ-