Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1117
Not analysed yet
ορᾷς ἅπαντα, καὶ οὐδέν σου διαφεύγει τὴν ἐποψίαν· μὴ παρίδῃς τὰ πεπραγμένα, μηδὲ τῆς σῆς με προνοίας ἔρημον καταστήσῃς· ἀλλὰ δίκασον, καὶ δὸς τὴν ψῆφον ταχέως. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ. κεʹ, κϛʹ. «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου. Μὴ εἴποισαν ἐν καρδίαις αὑτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν, μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν.» Εἰ γὰρ ἀναβάλῃ τὴν δίκην, ὦ Δέσποτα, ἐπιτωθάσουσι πάλιν ἐκεῖνοι, καὶ πρόφασιν θυμηδίας τὰς ἐμὰς ὀδύνας ποιήσονται, καὶ οἰκείαν εὐημερίαν ἡγήσονται τὴν ἐμὴν δυσκληρίαν. κζʹ. «Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμέ.» Κατάλληλος ἡ αἰσχύνη τοῖς ἐπικερτομοῦσι τοῖς πέλας· διὸ τοῖς ἀλαζόσι καὶ μεγαλοῤῥήμοσι ταύτην ὁ προφήτης ἐπηύξατο. κηʹ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.» Ἀγαλλόμενοι δὲ καὶ χαίροντες διατελέσοιεν οἱ τὰ ἀγαθά μοι βουλόμενοι, καὶ τῆς εἰρήνης τῆς ἐμῆς ἐφιέμενοι, καὶ ταύτης τυχόντα θεασάμενοι, σὲ τὸν Δεσπότην ὑμνήσαιεν. κθʹ. «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Ἐγὼ δὲ τῆς σῆς προνοίας ἀπολαύσας, νύκτωρ καὶ μεθ' ἡμέραν τὰς σὰς ἐντολὰς μελέτην ποιήσομαι, καὶ διηνεκῶς σου τὰς εὐεργεσίας ὑμνήσω. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέραν ὁ Σύμμαχος εἴρηκε, τὸ διηνεκὲς διὰ τούτων σημαίνων. Ὁ μὲν οὖν ψαλμὸς τοῦτο ἔσχε τὸ τέλος. Παρακαλῶ δὲ τοὺς ἐντευξομένους, μηδὲ μίαν βλάβην ἐκ τῆς τοῦ δικαίου δέξασθαι προσευχῆς, μηδὲ πρόφασιν εἰς τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐντεῦθεν κομίζεσθαι· συνιδεῖν δὲ, ὡς νομικὴν πολιτείαν, οὐκ εὐαγγελικὴν ὁ προφήτης μετῄει. Ὁ δὲ νόμος διαγορεύει ἀγαπῆσαι τὸν πλησίον, καὶ τὸν ἐχθρὸν μισῆσαι. Ὁ δὲ Δεσπότης Χριστὸς τὴν τελειοτάτην δεικνὺς ἀρετὴν, ἔφη, «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς.» Συνῳδὰ δὲ τού-