Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1120
Not analysed yet
τοις καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.» Εἰς ταύτην τοίνυν τὴν διαφορὰν ἀποβλέποντες, γνῶτε τί μὲν ἁρμόττει τῷ νόμῳ, τί δὲ τῇ χάριτι. Ἄλλως τε δὲ καὶ ὁ μακάριος Δαβὶδ οὐκ ἐπαρώμενος ταῦτα ἔλεγεν, ἀλλὰ προφητικῶς προὔλεγε τὰ πάντως ἐσόμενα. Ὅτι δὲ καὶ αὐτὸς κατὰ τὴν εὐαγγελικὴν νομοθεσίαν οὐκ ἠμύνατο τοὺς ἀδικοῦντας, ἀκούσατε αὐτοῦ λέγοντος· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.» Καὶ οὐκ εἶπε μὲν ταῦτα, οὐκ ἔπραξε δέ· τοῖς γὰρ λόγοις τὸ πέρας ἐπέθηκε, καὶ σαφέστερα τῶν ῥημάτων τὰ πράγματα. Δὶς μὲν γὰρ ὑποχείριον λαβὼν τὸν πολέμιον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουληθέντας ἐκώλυσεν· ἐν πολέμῳ δὲ πεσόντα πικρῶς ὠλοφύρατο, καὶ τὸν μεμηνυκότα τὸν θάνατον, ὡς ἐφηδόμενον καὶ ἀνῃρηκέναι νεανιευσάμενον, τῷ θανάτῳ παρέπεμψε. Ταῦτα δὲ διεξελθεῖν ἠναγκάσθην διὰ τοὺς ἐπαρωμένους, καὶ τὸν θεῖον Δαβὶδ εἰς μέσον παράγοντας, ἵνα τὴν μεγίστην τοῦ Δαβὶδ φιλοσοφίαν ἀρχέτυπον ἔχωσιν ὠφελείας. ΕΡΜΗΝ. ΤΟΥ ΛΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου, τῷ Δαβίδ.» Ἡνίκα τὸν Σαοὺλ ὁ θεῖος Δαβὶδ λαβὼν ὑποχείριον, οὐ μόνον αὐτὸς οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν πειραθέντας ἐκώλυσεν, ἡμέρας γενομένης, ἐπί τινος ἀκρωρείας γενόμενος, ἐπιμέμφεται τῷ Σαούλ· καὶ τῆς δυσμενείας ἐλέγχει τὸ ἄδικον· διδάσκων ὡς καθεύδοντα νύκτωρ εὑρὼν, οὐχ ὡς πολέμιον ἀνεῖλεν, ἀλλ' ὡς εὐεργέτην διέσωσε· καὶ δείκνυσι τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ τὸ δόρυ, ὅπερ εἰς ἀπόδειξιν εἰλήφει τῆς τῶν ῥημάτων ἀληθείας. Πρὸς ταῦτα ὁ Σαοὺλ ἀπεκρίνατο, ῥήμασι χρησάμενος κεχρωσμένοις εὐνοίᾳ, καὶ τὸ τῆς φιλίας προσωπεῖον περικειμένοις. Προστέθεικε δὲ τοῖς λόγοις καὶ ὅρκους, σκηψάμενος μεταμέλειαν. Τηνικαῦτα τοίνυν τὸν ψαλμὸν τοῦτον ὁ μακάριος ἔφη Δαβὶδ, κατηγορίαν ποιούμενος τῶν πονηρίᾳ συζώντων, καὶ τὴν διὰ πάντων διήκουσαν τοῦ Θεοῦ προμήθειαν ἀνακηρύττων· ἀνέμιξε δὲ καὶ θεολογίαν τοῖς λόγοις καὶ προφητείαν· οὗ δὴ χάριν καὶ ἡ ἐπιγραφὴ εἰς τὸ τέλος παραπέμπει τὸν ἐντυγχάνοντα. βʹ. «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ.» Οἴεται, φησὶν, ὁ κακίᾳ συντεθραμμένος, μηδένα θεωρεῖν τῆς ψυχῆς αὐτοῦ τὰ κεκρυμμένα βουλεύματα. Τὸ γὰρ, φησὶν, ἀντὶ τοῦ ἡγεῖται καὶ ὑπολαμβάνει τέθεικεν. Οὐκ ἔστι φόβος Θεοῦ ἀπ-