Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1121
Not analysed yet
έναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Αἴτιον δὲ τῆς τοιαύτης ἀναλγησίας, τὸ μὴ δεδιέναι τὸν πάντα ἐφορῶντα Δεσπότην. γʹ. «Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.» [Οὕτω, φησὶν, ἑαυτὸν διέτρεψεν, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ τυγχάνουσαν καὶ πᾶσιν ὁρᾶσθαι καὶ εὑρίσκεσθαι καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκάμπτως ἐξέδωκεν ἑαυτὸν τῇ ἀνομίᾳ.] Ἑκὼν δὲ ταύτην ἔχει τὴν ἄγνοιαν, ὡς μὴ βουλόμενος λογιστεῦσαι τὰ πεπραγμένα, καὶ μισῆσαι κακῶς πεπραγμένα. δʹ, εʹ. «Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος· οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. Ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὑτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθισεν.» Λόγοις μὲν γὰρ κέχρηται τῆς ἀληθείας γεγυμνωμένοις, καὶ δόλῳ συμπεπλεγμένοις· συνιδεῖν δὲ τὸ πρέπον οὐ βούλεται, ἀλλὰ καὶ νύκτωρ πονηρὰ τυρεύει τῷ πέλας, καὶ μεθ' ἡμέραν πληροῦν ἐπιχειρεῖ τὰ βουλεύματα. Τούτου δὲ αἴτιον, τὸ μὴ βδελύττεσθαι αὐτὸν, καὶ παντελῶς ἀποστρέφεσθαι τῆς πονηρίας τὰ εἴδη. Τὸ γὰρ, κακίᾳ οὐ προσώχθισεν, ἀντὶ τοῦ οὐκ ἐβδελύξατο, τέθεικεν. Καὶ γὰρ τὰ εἴδωλα ποτὲ μὲν βδελύγματα, ποτὲ δὲ προσοχθίσματα ἡ θεία προσαγορεύει Γραφή. Τοῦτο δὲ ὁ Ἀκύλας, οὐκ ἀπέῤῥιψεν ἡρμήνευσεν· [ὁ δὲ Σύμμαχος, οὐκ ἀπεδοκίμασεν·] ὁ δὲ Θεοδοτίων, οὐκ ἀπώσατο. ϛʹ, ζʹ. «Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Καὶ ἡ δικαιοσύνη σου, ὡς ὄρη Θεοῦ.» Ἐκεῖνοι μὲν οὖν, ὡς μηδενὸς ἐφορῶντος, τοιαῦτα πράττειν ἐπιχειροῦσι· σὺ δὲ, Δέσποτα, καὶ ἔλεον ἔχεις ἀμέτρητον, καὶ ἀλήθειαν ἀστάθμητον, καὶ δικαιοσύνην ὄρεσι παραβαλλομένην μεγίστοις· χωρεῖ δέ σου καὶ μέχρι τῶν ἀνθρώπων ἡ ἀλήθεια, διὰ τῶν προφητῶν, οἷον διά τινων νεφελῶν, τὸν σωτήριον αὐτοῖς ὑετὸν χορηγοῦσα. «Τὰ κρίματά σου ἄβυσσος πολλή.» Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκα μακροθυμεῖς, ἀγνοῶ· τὸ τῆς ἀβύσσου ἀθεώρητον μιμεῖταί σου τὰ κρίματα. Καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων ἡ κατα-