Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1124
Not analysed yet
νόησις· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Καὶ τί τούτου τὸ αἴτιον; ηʹ. «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός.» Μέχρι γὰρ καὶ τῶν κτηνῶν ἡ σὴ διήκει φιλανθρωπία, καὶ οὐ μόνον ἀνθρώπους, ἀλλὰ καὶ τὰ διὰ τὸν ἄνθρωπον γεγενημένα τρέφεις, τοὺς ἀνθρώπους καὶ διὰ τούτων εὐεργετῶν. «Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν.» Πρόῤῥησιν ὁ λόγος ἔχει τῆς μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ἡμῶν γεγενημένης μεταβολῆς. Οὐ γὰρ εἶπεν ἤλπισαν, ἀλλὰ ἐλπιοῦσιν. θʹ. «Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, καὶ χειμάῤῥους τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.» Καταφεύξεται δὲ πρὸς σὲ τῶν ἀνθρώπων ἡ φύσις, ἀναβλαστάνουσαν ἐν τῷ οἴκῳ σου τῶν ἀγαθῶν τὴν φορὰν θεωροῦσα. Αἰνίττεται δὲ διὰ τούτων, οὐ μόνον τῆς θείας διδασκαλίας τὰ νάματα, ἀλλὰ καὶ τῆς μυστικῆς τροφῆς τὴν ἀπόλαυσιν· χειμάῤῥῳ δὲ τῶν τοσούτων ἀγαθῶν τὴν χορηγίαν ἀπείκασε· πρῶτον μὲν διὰ τὸ μὴ ἐξ ἀρχῆς ταύτην τοῖς ἀνθρώποις δοθῆναι· ἔπειτα μέντοι καὶ προτρέπων πάντας ἀνθρώπους προσελθεῖν καὶ πιεῖν, ὡς τοῦ ποταμοῦ οὐκ ἀεννάου ὄντος, ἀλλὰ χειμάῤῥου, καὶ πρὸς καιρὸν φερομένου. Οἱ γὰρ κατὰ τὸν παρόντα καιρὸν μὴ προσιόντες, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν τῶν ἱερῶν ναμάτων οὐκ ἀπολαύσονται. Καὶ δεικνὺς ὡς φύσει μὲν ἀένναός ἐστι τῶν ἀγαθῶν ἡ φορὰ, χειμάῤῥους δὲ πρὸς τὰς οἰκονομίας γίνεται, εἰς καιρὸν ἐπήγαγεν· ιʹ. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.» Ἐνταῦθα δὲ σαφῶς ἡμῖν ἀποκαλύπτει τὸ τῆς ἁγίας Τριάδος μυστήριον. Πηγὴν γὰρ ζωῆς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὠνόμασεν. Οὕτω γὰρ καὶ αὐτὸς ἑαυτὸν διὰ Ἱερεμίου τοῦ προφήτου καλεῖ· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ἐπορεύθησαν, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν.» Λέγει τοίνυν τὴν πηγὴν ταύτην παρὰ τῷ Πατρὶ εἶναι, κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν τὴν λέγουσαν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» —»Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὑπὸ γὰρ τοῦ παναγίου Πνεύματος φωτιζόμενοι τὰς τοῦ Μονογενοῦς σου θεωροῦμεν ἀκτῖνας. «Οὐδεὶς γὰρ, φησὶ, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καί· «Ἡμῖν ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὑτοῦ.» Μεμαθήκαμεν τοίνυν ἀκριβῶς διὰ τῶν προφητικῶν λόγων τὰς τρεῖς τῆς μιᾶς θεότητος ἰδιότητας.