Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1125
Not analysed yet
ιαʹ. «Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε· καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.» Τοιγάρτοι διηνεκῶς τῆς ἡμέρου σου καὶ δικαίας μετάδος κηδεμονίας, τῆς θεογνωσίας ἠξιωμένοις, καὶ ἀγαθὰ πράττειν προαιρουμένοις. Ἀμφότερα γὰρ περὶ τῶν αὐτῶν εἴρηκε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τῇ διαιρέσει χρησάμενος. Οὐ γὰρ ἄλλους λέγει τοὺς εἰδότας αὐτὸν, ἄλλους δὲ τοὺς εὐθεῖς τῇ καρδίᾳ, οὐδὲ τοῖς μὲν τὸν ἔλεον, τοῖς δὲ τὴν δικαιοσύνην ἐξῄτησεν· ἀλλὰ τὴν τελείαν ἀρετὴν ἐν ἀληθέσι δόγμασι καὶ πράγμασιν ἀγαθοῖς ὁρισάμενος, τοῖς ταύτην κεκτημένοις τὸν ἔλεον καὶ τὴν δικαιοσύνην ἐπήγγειλεν. ιβʹ, ιγʹ. «Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσῃ με. Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι.» Τὸ «Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὠθοῦνται καὶ οὐ δυνήσονται στῆναι. Αἰτεῖ δὲ ὁ προφήτης τῆς φύσεως τὰ μέτρα φυλάττειν, καὶ τῆς εὐθείας ὁδοῦ μὴ παρατραπῆναι ταῖς τῶν παρανόμων ἐπιβουλαῖς· ἅτε δὴ γινώσκων τῆς ἐναντίας ὁδοῦ τὸ τέλος. Οἱ γὰρ εἰς ἐκεῖνο, φησὶ, καταπίπτοντες, ἀναστῆναι λοιπὸν καὶ εἰς τὴν ἑτέραν δραμεῖν οὐ δυνήσονται. Τούτοις ἔοικε τὰ εἰρημένα ἐν τῷ ἕκτῳ ψαλμῷ· «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι;» ΕΡΜΗΝ. ΤΟΥ Λϛʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ. Μὴ παραζήλου ἐν πονηρευομένοις· μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.» Τῇ πείρᾳ μαθὼν ὁ θεῖος Δαβὶδ, ὅσων ἀγαθῶν πρόξενος ἡ πραότης, καὶ ὅτι τῶν ἀδικίᾳ συζώντων καὶ ἀλαζονείᾳ χρωμένων, τὸ τέλος ἀνιαρὸν καὶ τῷ βίῳ κατάλληλον· ἐμεμαθήκει δὲ ταῦτα ἔκ τε τῶν κατὰ τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τῶν ἄλλων, ὅσοι τούτων δεδράκασι παραπλήσια· παραίνεσιν εἰσφέρει πᾶσιν ἀνθρώποις· φέρειν μὲν καλῶς παρακαλῶν τὰ προσπίπτοντα λυπηρὰ, τὰς δὲ τῶν πονηρῶν ἀνθρώπων εὐημερίας καὶ εὐπραξίας μὴ μακαρίας νομίζειν, ἀθλίας δὲ μᾶλλον ἀποκαλεῖν· οὗ δὴ χάριν εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, φησί· «Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.» Τὸ δὲ μὴ παραζήλου ὁ μὲν Σύμμαχος, μὴ φιλονείκει, ὁ δὲ Θεοδοτίων, μὴ παρερεθίζου ἡρμήνευσεν· ἀντὶ τοῦ, Μὴ παροξύνου εἰς μίμησιν τῶν παρανομίᾳ συζώντων, τὴν προσγενο-