Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1128
Not analysed yet
μένην αὐτοῖς εὐκληρίαν θεώμενος. Καὶ δεικνὺς τῆς εὐποτμίας τὸ πρόσκαιρον, εὐθὺς ἐπήγαγεν· βʹ. «Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.» Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας ἔφη· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.» Τοῦτο δὲ καὶ ὁ μακάριος ἔφη Δαβίδ· γʹ, δʹ. «Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.» Διὰ πάντων ἐδίδαξε τῆς εἰς Θεὸν ἐλπίδος τὸ κερδαλέον· ὁ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπίζων, καὶ ὑπ' αὐτοῦ ποιμαινόμενος, τῶν ὑπ' αὐτοῦ χορηγουμένων ἀπολαύσεται· διαφερόντως δὲ τεύξονται τούτων οἱ τρυφὴν ἡγούμενοι τὴν διηνεκῆ πρὸς αὐτὸν ὁμιλίαν. εʹ, ϛʹ. «Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμα σου, ὡς μεσημβρίαν.» Τῷ Θεῷ, φησὶ, καὶ σαυτὸν, καὶ τὰς σὰς πράξεις ἀνάθου, καὶ τὴν παρ' αὐτοῦ πρόσμενε ῥοπήν· αὐτὸς γὰρ οἷα δικαστὴς ἐξοίσει δικαίαν τὴν ψῆφον, καὶ ἀνακηρύξει σε, καὶ λαμπρὸν ἀπεργάσεται, ὡς εἶναι δῆλον ἅπασι, καθὼς τῆς μεσημβρίας τὸ φῶς. ζʹ. «Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.» Ταῦτα τοίνυν εἰδὼς, πείθου τῷ Θεῷ κυβερνῶντι, καὶ αἰτῶν παρ' αὐτοῦ τὰ ἀγαθὰ διατέλει. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑτοῦ· ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.» Κἄν τινα ἴδῃς πονηρὰ προαιρούμενον, καὶ τοῦ σκοποῦ μὴ διαμαρτάνοντα, ἀλλὰ κατὰ ῥοῦν φερόμενον, μὴ δυσχέραινε, μηδὲ δυσφόρει, ὡς μηδενὸς τὴν κτίσιν ἰθύνοντος. Τοῦτο γὰρ δηλοῖ τὰ ἐπαγόμενα· ηʹ, θʹ. «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται.» Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. «Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι γῆν. [ιʹ, ιαʹ.] Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλὸς, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» Εὖ γὰρ