Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1129
Not analysed yet
ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀναρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελέσουσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνειδότος τὴν καθαρότητα. Οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λήθῃ παραδοθήσονται παντελεῖ. ιβʹ, ιγʹ. «Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὑτοῦ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.» Καὶ διὰ τούτων παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. Δείκνυσι γὰρ τὸν μὲν παράνομον, λυττῶντα καὶ μεμηνότα κατὰ τῶν τὸν ἀπράγμονα βίον ἀσπαζομένων· τὸν δὲ δίκαιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως· ἅτε δὴ τὴν ταχεῖαν αὐτῶν τελευτὴν προορῶντα. ιδʹ, ιεʹ. «Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐνέτειναν τόξον αὑτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη.» Τὴν αὐτὴν ἔχει τοῖς προειρημένοις καὶ ταῦτα διάνοιαν. Διδάσκει γὰρ ὡς παντοδαπαῖς μὲν ὁ ἁμαρτωλὸς κατὰ τῶν οὐδὲν ἠδικηκότων κέχρηται μηχαναῖς, ταῖς δὲ οἰκείαις περιπαρήσεται πάγαις. Καὶ ῥομφαίαν γὰρ καὶ τόξον κέκληκε τὰς διαφόρους ἐπιβουλάς. Ἔοικε ταῦτα τοῖς ἐν τῷ ἑβδόμῳ εἰρημένοις ψαλμῷ· «Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.» ιϛʹ. «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.» Ἄμεινον, φησὶ, μετὰ δικαιοσύνης αὐτάρκεια, παρανόμου πλούτου καὶ περιουσίας ἀδίκου. Εἶτα δεικνὺς τὴν ἀμφοτέρων ἐπικαρπίαν, φησίν· ιζʹ. «Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος.» Βραχίονας τροπικῶς τὴν δύναμιν ἀπεκάλεσεν· ἐπειδὴ διὰ τούτων ἐργάζεσθαι πεφύκασιν ἄνθρωποι. Προσφυῶς δὲ ἄγαν τὸ, ὑποστηρίζει τοὺς δικαίους, τέθεικεν· ὑπὸ δαιμόνων γὰρ καὶ ἀνθρώπων ὠθούμενοι, ὑπὸ δὲ τῆς θείας ἐρειδόμενοι χάριτος, ἵστανται, καὶ τῶν ἐπιόντων περιγίνονται δυσχερῶν. ιηʹ, ιθ. «Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.» Πάσης ἀπολαύουσι προνοίας οἱ ἄμεμπτον βίον αἱρούμενοι. Κἂν γὰρ συμφοραῖς περιπέσωσι, κρείττους ἀποφαίνονται τούτων· καὶ κοινῆς γενομένης ἐνδείας, παρὰ τοῦ Θεοῦ