Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1132
Not analysed yet
δέξονται τὴν αὐτάρκειαν, καὶ πρὸς τούτοις τῶν αἰωνίων ἀπολαύσουσιν ἀγαθῶν. Λιμὸν δὲ ἡγοῦμαι ἐνταῦθα παραδηλοῦσθαι τὸν πάλαι Ἰουδαίοις ἀπειληθέντα· «Ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» κʹ. «Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου, ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.» Ἡ τοῦ συνδέσμου ἐναλλαγὴ διαφορὰν προσώπων εἰργάσατο· καὶ ἄλλους μὲν ὑποβάλλει νοεῖν τοὺς ἁμαρτωλοὺς, ἄλλους δὲ ἐχθροὺς τοῦ Κυρίου. Ἀκύλας δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ δὲ τὸν καὶ σύνδεσμον τεθεικότες, τοὺς αὐτοὺς ἔδειξαν ἁμαρτωλοὺς καὶ τοῦ Κυρίου ἐχθρούς. Λέγει δὲ ὅτι οἱ θεομισεῖς διὰ τὰς οἰκείας παρανομίας ἄνθρωποι, ὀλίγον ἀνθήσαντες χρόνον, καὶ δόξαντες εἶναι περιφανεῖς καὶ περίβλεπτοι, δίκην καπνοῦ διελύθησαν. καʹ. «Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν.» Τοιοῦτος ἦν ὁ Σαοὺλ, ἀεὶ μὲν εὐεργετούμενος ὑπὸ τοῦ θειοτάτου Δαβὶδ, ἀμείψασθαι δὲ ἀγαθοῖς τὸν εὐεργέτην οὐκ ἀνεχόμενος. Ὁ δὲ μακάριος Δαβὶδ, τὸν οἰκεῖον Δεσπότην μιμούμενος, ἀνατέλλοντα τὸν ἥλιον αὑτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, εὐεργετῶν διετέλει. Τοιοῦτοι ἦσαν οἱ Ἰουδαῖοι, τὰς παντοδαπὰς θεραπείας παρὰ τῶν ἱερῶν ἀποστόλων δεχόμενοι, καὶ τὴν μιαιφόνον ἐπιδεικνύμενοι γνώμην· ἀλλ' ὅμως οἱ θεῖοι ἀπόστολοι τὰς θείας αὐτοῖς δωρεὰς φιλοτίμως διένεμον. κβʹ. «Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.» Τοῦτο τῷ πατριάρχῃ Ἀβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐπηγγείλατο, «Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι.» κγʹ, κδʹ. «Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα. Ὅτ' ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτῷ.» Τούτου γάρ τοι χάριν εὐλογεῖ μὲν τὸν εὐλογοῦντα τὸν δίκαιον, τὸν δὲ καταρώμενον τοῖς ἴσοις ἀμείβεται· ἐπειδὴ αὐτὸς κατευθύνει τὰς τῶν δικαίων ὁδούς. Ἀδύνατον γὰρ δίχα τῆς αὐτοῦ χάριτος ἀμέμπτως ὁδεῦσαί τινα τὴν τῆς ἀρετῆς ὁδόν. Συνεργεῖ μέντοι τοῖς τοῦτον ἔχουσι τὸν σκοπόν· καὶ χρεία κατὰ ταὐτὸν συνδραμεῖν εἰς τὴν κτῆσιν τῆς ἀρετῆς προθυμίαν ἀνθρωπίνην, καὶ θείαν προμήθειαν. Οὕτω γὰρ κἂν ὀλισθήσῃ ποτὲ ὁ τήνδε τὴν πορείαν ποιούμενος, τῆς θείας ἀντιλήψεως τεύξεται. Οὕτως ὁ μακάριος προσπταίσας Δαβὶδ, καὶ κατενεχθῆναι κινδυνεύσας εἰς γῆν, ὑπὸ τῆς θείας χάριτος ἀνωρθώθη.