Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1133
Not analysed yet
κεʹ, κϛʹ. «Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.» Καὶ νέος ὢν, καὶ εἰς γῆρας ἐλθὼν, οὐκ οἶδα θεασάμενος δίκαιον τῆς θείας ἔρημον προνοίας γενόμενον. Ὁ γάρ τοι δίκαιος κριτὴς οὐ μόνον αὐτῶν, ἀλλὰ καὶ τῶν ἐξ αὐτῶν φυομένων πᾶσαν ποιεῖται κηδεμονίαν. Οὕτω τοῦ Ἰσραὴλ καὶ ταῦτα παρανομοῦντος, διὰ τὴν προγονικὴν ἀρετὴν προὐνοήθη. Οὕτω τοῦ Σολομῶντος ἠσεβηκότος ἠνέσχετο διὰ τὴν πατρῴαν φιλοθεΐαν. Τὸ δὲ, «Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος,» τὰς παντοδαπὰς τοῦ δικαίου εὐεργεσίας δηλοῖ, τὰς διὰ χρημάτων, τὰς διὰ πραγμάτων, τὰς διὰ λόγων καὶ συμβουλῶν. Ταῦτα δὲ ποιῶν, ἐλεεῖ μὲν τοὺς ἀπολαύοντας, δανείζει δὲ τῷ τούτων Θεῷ· «Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ,» ὡς τὸ αὐτὸ ἔλεον εἶναι καὶ δάνεισμα. κζʹ. «Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.» Ταῦτα τοίνυν εἰδότες ἅπαντες ἄνθρωποι, καὶ μεμαθηκότες τῆς ἀρετῆς καὶ τῆς κακίας τὰ ἐπίχειρα, φεύγετε μὲν τῆς κακίας τὰ εἴδη, ὁδεύσατε δὲ τὴν ἐναντίαν ὁδὸν, ἵνα τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσητε. κηʹ, κθʹ. «Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Δίκαιοι δὲ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς.» Ὀρθῇ καὶ δικαίᾳ κρίσει χρώμενος τῶν ὅλων ὁ Κύριος προσφυεῖς τοῖς ἐπιτηδεύμασι τὰς ἀντιδόσεις ποιήσεται· καὶ τοὺς μὲν τῆς δικαιοσύνης ἐραστὰς πάσης ἀξιώσει κηδεμονίας, τοὺς δὲ τἀναντία προαιρουμένους ἀνασπάσει προῤῥίζους. Οὕτω τοὺς ἑκατέρων δείξας καρποὺς, διδάσκει λοιπὸν, πῶς ἔνεστι τὴν τῷ Θεῷ φίλην κατορθῶσαι δικαιοσύνην. λʹ, λαʹ. «Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται διαβήματα αὐτοῦ.» Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς. Οὕτω γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβαλεῖν ἐπιχειρούντων περιγινόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ἔφη ψαλμῷ· «Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός·» καὶ τὰ ἑξῆς.