Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1136
Not analysed yet
λβʹ, λγʹ. «Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτὸν ὅταν κρίνηται αὐτῷ.» Διαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονιμωτέραν κατασκευάζων τὴν μνήμην. Λέγει δὲ ὡς οὐ περιόψεται τὸν δίκαιον ὁ Δεσπότης ἐπιβουλευόμενον ὑπὸ τῶν πονηρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν, ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπέλαυσεν Ἀβραὰμ τῆς προνοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ ὑπ' ἀδελφοῦ καὶ κηδεστοῦ φθονηθείς· ταύτης ὁ Ἰωσὴφ ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν πάντα; Ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι, καὶ τὰ πάλαι συλλέξαι, καὶ θεωρῆσαι τὰ νέα. λδʹ. «Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε, τοῦ κατακληρονομῆσαι τὴν γῆν, ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς, ὄψει.» Ταῦτα τοίνυν μεμαθηκὼς, τὴν θείαν πρόσμενε ψῆφον, καὶ τοὺς κειμένους φύλαττε νόμους. Οὕτω γὰρ καὶ ἐν τῷ παρόντι βίῳ γενήσῃ περίβλεπτος, καὶ ἐν τῷ μέλλοντι τῶν μονίμων ἀγαθῶν ἀπολαύσῃ, καὶ ὄψει τῶν ἁμαρτωλῶν τὸ τρισάθλιον τέλος. Εἶτα ἐπειδὴ πολλοὺς ἀνιᾷ τὸ μὴ νῦν ὁρᾷν τῶν ἀδίκων τὴν τιμωρίαν, ἀλλ' ἀναμένειν χρόνον μακρὸν, εἰκότως ἀπὸ τῶν γεγενημένων πιστοῦται τὰ μέλλοντα. λεʹ, ιϛʹ. «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Εἶδε γὰρ ὁ μέγας Δαβὶδ καὶ τῆς τοῦ Σαοὺλ βασιλείας τὸ τέλος, καὶ τῆς τοῦ Ἀβεσσαλὼμ τυραννίδος τὸν ὄλεθρον, καὶ Ναὰς τοῦ Ἀμμανίτου καὶ τὴν ὑπερηφανίαν καὶ τὴν ἀπώλειαν, καὶ τοῦ ἀλλοφύλου Γολιὰθ σὺν τῷ τύφῳ τὸν θάνατον· καὶ ἄλλων αὖ πρὸς τούτοις οὐκ ὀλίγων καὶ τὴν ἀλαζονείαν, καὶ τὴν ὑπερηφανίαν, καὶ τὴν πανωλεθρίαν. Εἰκότως τοίνυν τοῖς ἀκάρποις δένδροις τὴν ἐκείνων εὐημερίαν ἀπείκασε. Φρούδους δὲ ἔφη γεγενῆσθαι οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἐκείνων τόπους· διὰ τούτων δὲ τὴν μνήμην ἐδήλωσεν. Εἶτα πάλιν εἰσήγησιν εἰσφέρει καὶ συμβουλήν. λζʹ. «Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.» Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἔφη· Φύλασσε ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἐστὶ μέλλοντα ἀνθρώπῳ εἰρηνικῷ. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὰ παρόντα λυπηρὰ, ἀλλὰ προσδέχου τὰ μέλλοντα. Ἔστι γὰρ καιρὸς, ἐν ᾧ τοῖς ἁπλότητι καὶ εὐθύτητι κεχρημένοις ἀποδοθήσεται ὁ προσήκων μισθός.